Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.470
Not analysed yet
εἰς θεωρίαν πνευματικὴν, οὐκ ἀναβαίνουσι τῶν τῇ σαρκὶ χρησίμων, καὶ ἄρτον ἀκούοντες τὸν ζωὴν διδόντα τῷ κόσμῳ, τὸν ἀπὸ γῆς ἔτι φαντάζονται, θεὸν ἔχοντες τὴν κοιλίαν, κατὰ τὸ γεγραμμένον, καὶ τοῖς περὶ γαστέρα κεκρατημένοι κακοῖς, ἵνα δικαίως ἀκούσειαν, ὧν "ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν." ἐοικότα δὴ λίαν τὸν τοιοῦτον εὑρήσεις λόγον τῷ διὰ γυναικὸς ἐκείνης τῆς Σαμαρείτιδος· μακρὸν γὰρ καὶ ἐπ' αὐτῇ δαπανῶντος λόγον τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ περὶ ὑδάτων τῶν νοητῶν ἐκδιδάσκοντος, λέγοντός τε σαφῶς "Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, ὃς δ' "ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει "εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω ἐγὼ αὐτῷ γενήσεται "ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον·" συνηρπάζετο διὰ τὴν ἐνοῦσαν αὐτῇ δυσμαθίαν, καὶ τὴν νοητὴν ἀφεῖσα πηγὴν, οὐδέν τε τὸ σύμπαν περὶ αὐτῆς ἐννοήσασα, ἐπὶ τὴν τῶν αἰσθητῶν ὑδρευμάτων χορηγίαν κατολισθαίνουσά φησι "Κύριε δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ "μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν." συγγενὴς οὖν ἄρα τοῖς παρ' ἐκείνης λόγοις ὁ τῶν Ἰουδαίων· ὥσπερ γὰρ ἐκείνη διὰ τὴν φύσιν ἐμαλακίζετο, τὸν αὐτὸν οἶμαι καὶ οὗτοι τρόπον, τὸ μὲν ἄρσεν, ἵν' οὕτως εἴπω, καὶ νεανικὸν εἰς φρόνησιν ἔχουσιν οὐδαμῶς, ἐκθηλύνονται δέ πως εἰς ἀνάνδρους ἐπιθυμίας τὰς ἐπὶ γαστρὶ, καὶ τὸ γεγραμμένον ἐφ' ἑαυτοῖς δεικνύουσιν ἀληθές "Ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ "μάταια νοήσει." Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Ἔθος τῷ Σωτῆρι Χριστῷ τὰς περὶ τῶν θειοτέρων καὶ τῶν ἤδη προκατηγγελμένων μυστηρίων ποιουμένῳ διηγήσεις, αἰνιγματώδη πως καὶ οὐ σφόδρα διαφανῆ τὰ ἐπ' αὐτοῖς