Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.469
Not analysed yet
εἰς ἀφθαρσίαν, ὡς ἐν ἐπισκέψει Θεοῦ, καὶ μένων εἰς διατήρησιν, εἰς μακραίωνα δηλονότι βίον καὶ ζωὴν τὴν ἀπέραντον. ἀφραίνοντας τοιγαροῦν οὐ μετρίως τοὺς Ἰουδαίους, οἰομένους τε ὅτι παρὰ τοῦ πανσόφου Μωυσέως τοῖς ἀρχαιοτέροις ἐχορηγήθη τὸ μάννα, καὶ μέχρι τούτων ἱστῶντας τὸν ἐπ' αὐτῷ λόγον, ἐννοοῦντας δὲ παντελῶς τῶν δι' αὐτοῦ προσημαινομένων οὐδὲν, εὐλόγως ἐλέγχει λέγων ὁ Χριστός "Ἀμὴν "λέγω ὑμῖν οὐ Μωυσῆς δέδωκεν ὑμῖν" τὸ μάννα. ἔδει γὰρ μᾶλλον ἐκεῖνο διενθυμεῖσθαι καὶ νοεῖν, ὅτι μόνην εἰς τοῦτο τὴν διὰ τῆς μεσιτείας ὑπουργίαν εἰσενήνοχεν ὁ Μωυσῆς· ἦν δὲ τὸ δῶρον οὐκ ἀνθρωπίνης εὕρημα χειρὸς, ἀλλ' ἔργον τῆς ἄνωθεν χάριτος, ἐν τοῖς παχυτέροις καταγραφούσης τὸ νοητὸν, καὶ τὸν ἄρτον ἡμῖν σημαινούσης τὸν ἐξ οὐρανοῦ, τὸν ὅλῳ τῷ κόσμῳ διδόντα τὴν ζωὴν, καὶ οὐχ ἓν ὡς κατὰ πρόσκλισιν ἀποτρέφοντα γένος τὸ ἐξ Ἰσραήλ. Εἶπον οὖν πρὸς αὐτόν Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον. εἶπε δὲ αὐτοῖς ὁ Ἰησοῦς. Ἀπογυμνοῦται σαφῶς διὰ τούτων, καὶ πολὺ λίαν ἐπιθυμήσας λαθεῖν, ὁ τῶν Ἰουδαίων σκοπὸς, καὶ ὅτι μὴ θέμις ψεύδεσθαι τὴν ἀλήθειαν κατίδοι τις ἂν, οὐχ ὅτι σημείων γεγόνασι θεωροὶ, διὰ τοῦτο καὶ ἀκολουθεῖν αὐτοὺς ἐπείγεσθαι, λέγουσαν, ἀλλ' ὅτι φαγόντες ἐκ τῶν ἄρτων ἐχορτάσθησαν. ἐπὶ πολλῇ δ' ἂν εἰκότως δυσμαθίᾳ καταγινώσκοιντο, καὶ χρῆναι λέγειν ἐπ' αὐτοῖς ὄντως ὑπολαμβάνω "Ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ "βλέπουσιν, ὦτα αὐτοῖς καὶ οὐκ ἀκούουσι." διὰ γάρ τοι πολλῶν, ὥσπερ οὖν ἔξεστι καταθεάσασθαι, λόγων ἀφιστῶντος αὐτοὺς τῶν σωματικῶν ἐννοιῶν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ ἀναπτεροῦντος διὰ τῆς πανσόφου διδασκαλίας