Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.472
Not analysed yet
μυρίας τοιγαροῦν ὁ Σωτὴρ ἐπινοήσας τοῖς λόγοις τὰς περιστροφὰς, ἐπείπερ ἐθεᾶτο συνέντας οὐδὲν τοὺς ἀκροωμένους, γυμνότερον ἤδη φησίν Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς, μόνον δὲ οὐχὶ ταῖς ἀμετρήτοις αὐτῶν ἀλογίαις ἐνάλλεται λέγων Ὦ πρὸς μόνην ἀπαιδευσίαν ἀσύγκριτον ἔχοντες τὴν κατὰ πάντων ὑπεροχὴν, χορηγήσειν ὑμῖν ἄρτους ἐξ οὐρανοῦ διειπόντος τοῦ Θεοῦ, καὶ τοσαύτην ἐφ' ὑμᾶς πεποιημένου τὴν ὑπόσχεσιν ἐν τῇ τοῦ μάννα τροφῇ, τὴν θείαν ὡρίσασθε φιλοτιμίαν, καὶ μέχρι τούτων ἱστῶντες οὐκ ἐρυθριᾶτε τὴν ἄνωθεν χάριν, ἀγνοοῦντες ὅτι μικρὸν καὶ ὑμῖν τὸ λαβεῖν τὰ τοιαῦτα παρὰ Θεοῦ, καὶ αὐτῷ δὲ τῷ Θεῷ τὸ χαρίζεσθαι. μὴ τοίνυν ἐκεῖνον, φησὶ, τὸν ἄρτον εἶναι τὸν ἐξ οὐρανοῦ πιστεύετε. ἐγὼ γάρ εἰμι ὁ ἄρτος τῆς ζωῆς, ὁ πάλαι μὲν ὑμῖν ὡς ἐν ὑποσχέσει προκατηγγελμένος καὶ ὡς ἐν τύπῳ δηλούμενος· παρὼν δὲ νυνὶ καὶ χρεωστουμένην ὑπόσχεσιν ἀποπληρῶν. εἰμὶ δὲ ἄρτος ζωῆς, οὐκ ἄρτος σωματικὸς, μόνα τὰ ἐκ λιμοῦ περικόπτων πάθη, καὶ καταφθορᾶς τῆς ἐντεῦθεν ἀπαλλάττων τὴν σάρκα, ἀλλ' ὅλον ἐξ ὅλου τὸ ζῷον εἰς ζωὴν ἀναπλάττων τὴν αἰώνιον, καὶ θανάτου κρείττονα τὸν εἰς τὸ εἶναι ἀεὶ πεποιημένον ἄνθρωπον ἀποδεικνύς· ὑπαινίττεται δὲ διὰ τούτων τὴν διὰ τῆς ἁγίας σαρκὸς ζωήν τε καὶ χάριν, δι' ἧς ἐν ἡμῖν τὸ τοῦ Μονογενοῦς ἴδιον ἐπεισκρίνεται, τουτέστιν ἡ ζωή. Ἰστέον δὲ ὅτι· δεῖν γὰρ οἶμαι φιλομαθῶς τὸ εἰς ὠφέλειαν τελοῦν θηρᾶσθαι σπουδάζειν· ἐφ' ὅλοις μὲν ἔτεσι τὸν ἀριθμὸν τεσσαράκοντα τὸ τυπικὸν τοῖς ἐξ Ἰσραὴλ ἐχορηγήθη μάννα παρὰ Θεοῦ, συνόντος ἔτι Μωυσέως σὺν αὐτοῖς· ἐπειδὴ δὲ εἰς τὸ κοινὸν τοῦ βίου κατήντηκε τέλος, καθηγητὴς δὲ ἤδη καὶ στρατηγὸς τῶν Ἰουδαϊκῶν ταγμάτων κατεστάθη