Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.473
Not analysed yet
Ἰησοῦς, διεβίβαζε μὲν αὐτοὺς τὸν Ἰορδάνην, καθὰ γέγραπται, περιτεμὼν δὲ μαχαίραις πετρίναις, καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσκεκομικὼς, ἄρτῳ λοιπὸν ἀποτρέφεσθαι παρεσκεύαζε, στήσαντος ἤδη τοῦ μάννα τὴν χορηγίαν τοῦ πανσόφου Θεοῦ. οὐκοῦν· ὁ τύπος γὰρ ἤδη μετασκευασθήσεται πρὸς τὸ ἀληθέστερον· ὅτε συνεστάλη Μωυσῆς, τουτέστιν, ὅτε τῆς κατὰ νόμον λατρείας ἤργησαν οἱ τύποι, ἀνεδείχθη δὲ Χριστὸς ἐφ' ἡμᾶς ὁ ἀληθὴς Ἰησοῦς· αὐτὸς γὰρ διέσωσε "τὸν λαὸν ἀπὸ "τῶν ἁμαρτιῶν αὐτῶν·" τότε διέβημεν τὸν Ἰορδάνην, τότε τὴν ἐν πνεύματι περιτομὴν διὰ τῆς διδασκαλίας τῶν δυοκαίδεκα λίθων ἐδεξάμεθα, τουτέστι τῶν ἁγίων μαθητῶν, περὶ ὧν ἐν προφήταις γέγραπται, "ὅτι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς "γῆς·" οἱ γὰρ δὴ πᾶσαν περινοστοῦντές τε καὶ καταθέοντες τὴν οἰκουμένην ἅγιοι λίθοι, αὐτοὶ δὴ πάντως εἰσὶ, δι' ὧν καὶ περιετμήθημεν περιτομῇ ἀχειροποιήτῳ τῇ ἐν πνεύματι, διὰ Πνεύματος δηλαδή. ὅτε τοίνυν εἰς τὴν τῶν οὐρανῶν ἐκλήθημεν βασιλείαν διὰ Χριστοῦ· τοῦτο γὰρ οἶμαι δηλοῦν, καὶ οὐχ ἕτερόν τι πάλιν, τὸ εἰσβῆναί τινας εἰς τὴν γῆν τῆς ἐπαγγελίας· τότε μάννα μὲν οὐκέτι τὸ τυπικὸν ἐφ' ἡμᾶς· οὐ γὰρ τοῖς Μωυσαϊκοῖς ἔτι τρεφόμεθα γράμμασιν· ἄρτος δὲ λοιπὸν ὁ ἐξ οὐρανοῦ, τουτέστι Χριστὸς, ἀποτρέφων ἡμᾶς εἰς μακραίωνα ζωὴν, διά τε τῆς ἐπιχορηγίας τοῦ Ἁγίου Πνεύματος καὶ μεθέξει τῆς ἰδίας σαρκὸς, ἐντιθείσης ἡμῖν τὴν Θεοῦ μετοχὴν, καὶ νεκρότητα τὴν ἐκ τῆς ἀρχαίας ἀφανιζούσης ἀρᾶς. Ὁ ἐρχόμενος πρὸς μὲ οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε. Κέκρυπταί τι πάλιν ἐν τούτοις, ὅπερ εἰπεῖν ἀναγκαῖον. ἔθος γὰρ τῷ Σωτῆρι Χριστῷ, ταῖς τῶν ἁγίων δόξαις οὐ σφόδρα φιλονεικεῖν, ἀλλ' ἐκ τῶν ἐναντίων καὶ ἀξιαγάστοις