Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.48
Not analysed yet
καὶ Πατρὸς Υἱὸς αὐτοκυρίως ἐστὶν ὁ Λόγος αὐτοῦ, διὰ τῶν ὑποτεταγμένων εἰσόμεθα. Λύσις ἐφεξῆς τῆς Εὐνομίου κακοδοξίας. Δυσμαθὴς ὁ παράφρων αἱρετικός· πῶς γὰρ ἂν ὅλως εἰς κακότεχνον ψυχὴν εἰσέλθοι σοφία; ἢ τί τῶν τοιούτων γένοιτ' ἂν, εἰπέ μοι, κακοτεχνέστερον, οἵ γε κατὰ τὸ γεγραμμένον, "ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέφουσιν, ἐπὶ δὲ "τοὺς μύθους" τῶν οἰκείων διανοημάτων εὐπετέστερον τρέχουσιν, ἵνα δὴ καὶ δικαίως ἀκούσειαν, οὐ τὰ ἐκ τῆς θείας λαλοῦντες γραφῆς "οὐαὶ οἱ προφητεύοντες ἀπὸ καρδίας "αὐτῶν, καὶ οὐκ ἀπὸ στόματος Κυρίου·" τίς γὰρ ἀπὸ στόματος Κυρίου "λαλῶν, λέγει Ἀνάθεμα Ἰησοῦς;" ὃ δὴ καὶ ποιοῦσί τινες τῶν τῆς εὐσεβείας δογμάτων ἀνέδην κατασοβαρευόμενοι· καὶ καθάπερ ἔφη τις τῶν ἁγίων προφητῶν "Πάντα τὰ ὀρθὰ διαστρέφοντες·" φασὶ γὰρ ἕτερον μὲν εἶναι τὸν φυσικὸν καὶ ἐνδιάθετον ἐν τῷ Θεῷ καὶ Πατρὶ λόγον, ἕτερον δὲ αὖ πάλιν τὸν ὠνομασμένον Υἱὸν καὶ Λόγον· καὶ φέρουσι πρὸς ἀπόδειξιν τῆς ἑαυτῶν, ὡς οἴονται, δόξης, μᾶλλον δὲ ἀχαλίνου δυσσεβείας, λέγοντα τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ἐν ταῖς πρὸς Ἰουδαίους ὁμιλίαις, ὅτι "οἶδα τὸν Πατέρα καὶ τὸν λόγον αὐτοῦ τηρῶ·" πρὸς δέ γε τούτῳ καὶ τὸ πρὸς αὐτὸν εἰρημένον παρὰ τοῦ Πατρός "Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε·" εἶτά φασι τὸν ἐκ τοῦ οἰκείου πατρὸς ἰὸν ἐρευγόμενοι Εἰ ὁ λαλῶν ἕτερος ὡς πρὸς τὸν ᾧ διαλέγεται· διαλέγεται δὲ διὰ λόγου πρὸς τὸν Υἱὸν ὁ Πατήρ· ἕτερος ἄρα παρ' αὐτὸν ὁ ἔμφυτος ἂν εἴη λόγος, ὁ ἐν ᾧπερ ἐποιεῖτο τὰς διαλέξεις ὁ Πατήρ· καὶ πάλιν Εἰ αὐτός που, φησὶν, ὁ Υἱὸς τηρεῖν τὸν τοῦ Πατρὸς λόγον διισχυρίσατο· πῶς οὐκ ἂν ἕτερος εἴη λοιπὸν ὁ τηρῶν παρὰ τὸν τηρούμενον· πρὸς δέ γε ταῦτα χαλεπὸν μὲν