Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.49
Not analysed yet
ἴσως οὐδὲν ἀντιλέγειν· "Δώσει γὰρ ὁ Κύριος ῥῆμα τοῖς "εὐαγγελιζομένοις δυνάμει πολλῇ." χρῆν δέ γε τοὺς οἵπερ εἰσὶ τὴν τοιαύτην νοσοῦντες ἀμαθίαν ἀναμιμνήσκεσθαι τοῦ λέγοντος "Ὢ οἱ ἐγκαταλιπόντες ὁδοὺς εὐθείας τοῦ πορεύ"εσθαι ἐν ὁδοῖς σκότους·" ἡμᾶς δὲ ἀκόλουθον πρὸς τὸν ἐν τοῖς οὐρανοῖς ἀναφθέγγεσθαι μυσταγωγόν "Ἀπόστρεψον "τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα·" ματαιότης γὰρ ὄντως, λῆρός τε καὶ ἕτερον οὐδὲν τὰ ἐκ τῆς ἐκείνων κενοφωνούμενα ἀπαιδευσίας· οὐ γὰρ ὡς λόγον ἔχων ἕτερον ἐν ἑαυτῷ τοῦ Πατρὸς, ὁ Υἱὸς τὸν τοῦ Πατρὸς ἔφασκε λόγον τηρεῖν· ἀλλ' οὐδ' ὥσπερ τινὰ παιδαγωγὸν ἐπικομιζόμενος πρὸς ἡμᾶς ἀφῖχθαι διισχυρίσατό ποτε, ὡς δὲ μόνος ἐνυπάρχων κατὰ φύσιν τῷ Πατρὶ, ἔχων τε αὖ πάλιν ὁμοίως ἐν ἑαυτῷ τὸν Πατέρα, μεσολαβοῦντος ἑτέρου μηδενός· "Ἐγὼ, "φησὶν, ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοὶ," οὐχ ὁ ἔμφυτος, ἀλλ' οὐδὲ ἕτερός τις λόγος· ἀλλ' ὁ Πατήρ· ἐν ἐμοί. πῶς οὖν ἄρα νοῆσαι προσήκοι τὸ παρ' αὐτοῦ πρὸς τοὺς Ἰουδαίους εἰρημένον, εἴποι τις ἂν ἡμῖν, καὶ μάλα εἰκότως· πρὸς δὴ τοῦτο ἐροῦμεν ἀληθεύοντες τὰ εἰς νοῦν ἀναβαίνοντα τὸν ἡμέτερον Ἐδίδασκεν ὁ Σωτὴρ τὸν δυσπειθέστατον τῶν Ἰουδαίων λαὸν, καὶ κατὰ βραχὺ τῆς νομικῆς ἐξέλκων λατρείας τοὺς ἀκροωμένους, ἐπεφώνει πολλάκις "Ἐγώ εἰμι ἡ "ἀλήθεια," μονονουχὶ λέγων Ἀποσείσασθε τὸν νομικὸν, ὦ οὗτοι, ζυγόν· καταδέξασθε τὴν ἐν πνεύματι λατρείαν· οἰχέσθω λοιπὸν ἡ σκιὰ, χωρείτω μακρὰν ὁ τύπος, ἐπέλαμψεν ἡ ἀλήθεια. ἀλλ' οὐ πᾶσιν ἐδόκει ποιεῖν ὀρθῶς, ἀνατρέπων τὰ Μωυσέως, μᾶλλον δὲ ἄγων ἐπὶ τὸ ἀληθέστερον, ὡς καί τινας ἤδη βοᾶν Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ σάββατον· ὅπερ ἂν ἦν ἄντικρυς ἁμαρτίαν καταψηφί-