Ancient Greek · ~3 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.481
Not analysed yet
τοῦ τὸ ἀχρεῖον ἔξω βεβλῆσθαι, τὸ πάντων ἀποπεσεῖσθαι τῶν ἀγαθῶν καὶ εἰς κρίσιν κατοιχήσεσθαι τὸν ἀσεβῆ θεωρήσομεν. οὐκοῦν ὅταν λέγῃ Χριστός Τὸν ἐρχόμενον πρὸς μὲ οὐ μὴ ἐκβάλω ἔξω, τὸ μηδαμόθεν περιπεσεῖσθαι κολάσει τὸν διὰ πίστεως αὐτῷ προσιόντα λαὸν παραδεξώμεθα. σοφώτατα δέ μοι δοκεῖ τοῖς ἐκτόπως ἀπονοουμένοις διὰ τούτων ὑπαπειλεῖν, ὡς, εἰ μή τις αὐτοὺς τὴν ταχίστην ἀγαθὴν πρὸς εὐπείθειαν μεταποιεῖσθαι βουληθείη, ἔξω μὲν κείσονται παντὸς ἀγαθοῦ, τῆς δὲ εἰς αὐτὸν φιλίας καὶ οὐχ ἑκόντες ἀποδημήσουσι· δι' ὧν γὰρ οὐκ ἐκβάλλειν ἔξω τὸν ἐρχόμενον ἐπαγγέλλεται, διὰ τούτων αὐτῶν ὅτι πάντως ἐκβαλεῖ τὸν οὐκ ἰόντα σημαίνει. ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ, ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.