Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.480
Not analysed yet
Καὶ τὸν ἐρχόμενον πρὸς μὲ οὐ μὴ ἐκβάλω ἔξω. Οὐκ ἀνόνητον ἔσεσθαί φησι τοῖς πρὸς αὐτὸν ἰοῦσι τὴν διὰ πίστεως ἐπιστροφήν· ἔδει γὰρ ὄντως ἀξιεραστότατόν τι χρῆμα, καὶ μυρίων παραίτιον ἀγαθῶν, τὴν ἐκ Θεοῦ καὶ Πατρὸς ἐπιδεῖξαι προσαγωγήν. ἔσται τοίνυν, φησὶ, καὶ ὑπάρξει τὰ κάλλιστα τοῖς διὰ τῆς ἄνωθεν χάριτος ὡς ἐμὲ καλουμένοις καὶ βαδίζουσιν. οὐ γὰρ ἐκβάλω ἔξω τὸν ἐρχόμενον, τουτέστιν, οὐ καθάπερ τι σκεῦος ἄχρηστον ἀποπέμψομαι κατὰ τὸ εἰρημένον δι' ἑνὸς τῶν προφητῶν "Ἠτιμώθη "Ἱεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστι χρεία αὐτοῦ, ἀπεῤῥίφη καὶ "ἐξεβλήθη εἰς γῆν ἣν οὐκ ᾔδει. γῆ γῆ ἄκουε λόγον Κυρίου, "γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον." οὐκοῦν οὐκ ἐκκηρυχθήσεται, φησὶν, ἀλλ' οὐδὲ ὡς ἄτιμος ἔξω ῥιφήσεται, ἢ καὶ ἀμέτοχος ἀπομενεῖ τῆς ἐμῆς φιλοτιμίας, ἀλλ' εἰς ἀποθήκην εἰσκομισθήσεται, καὶ ἐν ταῖς οὐρανίαις καταλύσει μοναῖς, εἴσω τε πάσης ἐλπίδος τῆς ὑπὲρ νοῦν ἀνθρώπινον ἑαυτὸν γεγονότα κατόψεται· "Ὀφθαλμὸς γὰρ οὐκ "εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ "ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν." εἰκὸς δὲ δὴ πάλιν ὑποδηλοῦν, τό Οὐ μὴ ἐκβάλω ἔξω τὸν ἐρχόμενον πρὸς μὲ, τὸ μὴ παραδοθήσεσθαι τῇ κρίσει τὸν πιστεύοντα καὶ τῇ θείᾳ προσερχόμενον χάριτι. τὸ γάρ Ἔξω τοιοῦτόν τι σημαῖνον εὑρήσεις, ὡς ἐν ἐκείνῃ τῇ παραβολῇ τῇ παρὰ τῷ μακαρίῳ Ματθαίῳ "Ὁμοία γὰρ, φησὶν, ἐστὶν ἡ βασιλεία "τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ "παντὸς γένους συναγαγούσῃ, ἣν ἀναβιβάσαντες καὶ ἐπὶ "τὸν αἰγιαλὸν ἑλκύσαντες, συνέλεξαν τὰ καλὰ εἰς ἄγγεια, "τὰ δὲ σαπρὰ ἔξω ἔβαλον." τὸ μὲν γὰρ εἰς τὰς θείας καὶ οὐρανίους αὐλὰς συγκομισθήσεσθαι τοὺς ἀγαθοὺς, διὰ τοῦ συλλελέχθαι λέγειν τὰ καλὰ εἰς ἄγγεια νοήσομεν· διὰ δὲ