Ancient Greek · ~3 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.485
Not analysed yet
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, διὰ τὸ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχειν, κἂν ὑποτάττεσθαι λέγηται παρὰ τινῶν. Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὁ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. ΔΟΞΕΙΕΝ μὲν ἄν τῳ κατὰ τὸ πρόχειρον σχῆμα δυσχερὴς ὁ λόγος, καὶ σκανδάλου τοῦ περὶ τὴν πίστιν οὐ λίαν ἀπηλλαγμένος, ὡς ἐντεῦθεν ἤδη προσδοκᾶν δυσκαταγωνίστοις ἡμᾶς περιπεσεῖσθαι προβλήμασι τοῖς ἐκ τῶν δι' ἐναντίας. ἀλλ' οὐδὲν ὅλως ἐν τούτῳ τὸ χαλεπὸν, "Πάντα "γὰρ ἐνώπια τοῖς συνιοῦσι, κατὰ τὸ γεγραμμένον, καὶ ὀρθὰ