Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.486
Not analysed yet
"τοῖς εὑρίσκουσι γνῶσιν," τουτέστι τοῖς εὐσεβῶς μελετήσασι διερμηνεύειν τε καὶ νοεῖν τὰ ἐν ταῖς θείαις γραφαῖς μυστήρια. ἀπόδειξιν τοίνυν ὥσπερ τινὰ καὶ πληροφορίαν ἐναργῆ τοῦ μὴ ἐκβληθήσεσθαι ἔξω τὸν ἐρχόμενον πρὸς αὐτὸν, ἐν τούτοις ἡμῖν τοῖς λόγοις ποιεῖται Χριστός. ταύτης γὰρ δή τοι, φησὶν, ἕνεκα τῆς αἰτίας κατέβην ἐξ οὐρανοῦ, τουτέστιν, ἄνθρωπος γέγονα κατὰ τὴν εὐδοκίαν τοῦ Θεοῦ καὶ Πατρὸς, μόνον δὲ οὐχὶ καὶ ἀβουλήτοις ὁμιλῆσαι πράγμασιν οὐ παρῃτησάμην, ἄχρις ἂν ἐξανύσαιμι τοῖς εἰς ἐμὲ πιστεύουσι τὴν αἰώνιον ζωὴν καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, καταργήσας τοῦ θανάτου τὸ κράτος. τί δὲ ἦν ἄρα τὸ ἀνεθέλητόν τε καὶ θελητὸν τῷ Χριστῷ; ἡ παρὰ τῶν Ἰουδαίων ἀτιμία, λοιδορίαι καὶ ὕβρεις καὶ αἰκίαι καὶ μάστιγες καὶ ἐμπτύσματα, καὶ πρὸς τούτοις ἔτι συκοφαντίαι, καὶ τὸ τελευταῖον ἐφ' ἅπασιν, ὁ τῆς σαρκὸς θάνατος. ταῦτα μὲν γὰρ δι' ἡμᾶς ἑκὼν ὑπέμεινεν ὁ Χριστὸς, ἀλλ' εἴπερ ἐνεδέχετο μὴ παθόντα κατορθοῦν τὸ ἐφ' ἡμῖν σπουδαζόμενον, οὐκ ἂν ἠθέλησε παθεῖν· ἐπειδὴ δὲ πάντως τε καὶ ἀπαραιτήτως ἔμελλον Ἰουδαῖοι κατατολμᾶν τὰ ἐπ' αὐτῷ γεγονότα, καταδέχεται τὸ παθεῖν, ποιεῖται δὲ θελητὸν τὸ ἀνεθέλητον, διὰ τὰ ἐκ τοῦ πάθους χρήσιμα, συνευδοκοῦντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ χρῆναι πάντα προθύμως ὑπενεγκεῖν ὑπὲρ τῆς ἁπάντων σωτηρίας συγκατανεύοντος. ἐν γὰρ δὴ τούτῳ μάλιστα τὴν ἄμετρον τῆς θείας φύσεως ἀγαθότητα κατοψόμεθα, ὡς καὶ αὐτὸ δι' ἡμᾶς αἱρετὸν ποιεῖσθαι τὸ ἀπόβλητον οὐ παραιτουμένης. ὅτι δὲ καὶ ἀνεθέλητον μέν πως ἐστι τῷ Σωτῆρι Χριστῷ τὸ ἐπὶ τῷ σταυρῷ πάθος, θελητὸν δὲ δι' ἡμᾶς καὶ τὴν εὐδοκίαν τοῦ Θεοῦ καὶ Πατρὸς, συνήσεις