Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.498
Not analysed yet
ἐνισταμένῳ δὲ πάλιν καὶ φιλονεικεῖν ὅτι πρέποι διεγνωκότι μακρότερον ἐκεῖνό φημι. Εἰ καταβέβηκεν ἐξ οὐρανῶν ὁ Υἱὸς οὐ τὸ οἰκεῖον ἀποπληρώσων θέλημα, καθάπερ αὐτός φησιν, ἀλλὰ τὸ τοῦ Πατρὸς, καί σοι τῆς ἀρτίως ἡμῖν εἰρημένης ἐπὶ τούτῳ θεωρίας οὐχ ἡδεῖς οἱ λόγοι φανοῦνται τυχόν· ἆρ' οὐκ ἀναγκαῖον εἰπεῖν ἀντιτετάχθαι πως αὐτοῖς τὰ θελήματα, καὶ διωρίσθαι κατὰ τὸ ἐναντίον τὴν βούλησιν; ἀλλ' ἔστι δὴ πᾶσιν ὁμολογούμενον. εἰ μὲν γὰρ τὸ διεῖργον οὐδὲν, μία δήπου πάντως ἐν ἀμφοῖν ἡ θέλησις· εἰ δὲ ὡς ἑτέραν τινὰ παρὰ τὴν τοῦ Πατρὸς ὑπάρχουσαν παρελαύνει μὲν τὴν ἑαυτοῦ, πληροῖ δὲ ἐκείνην, πῶς οὐκ ἀσυνέτως ἐροῦμεν μίαν εἶναι, καὶ οὐχ ἑτέραν ὡς πρὸς ἑτέραν; Ἴδωμεν τοίνυν ἐν τίσιν ἐστὶν ἡ θέλησις τοῦ Πατρός· οὕτω γὰρ δὴ καὶ τὴν ἑτέραν, ὅποι ποτὲ βλέποι, διαγνωσόμεθα. οὐκοῦν ἡ μὲν βούλησις τοῦ Πατρὸς, ὡς αὐτὸς εἴρηκεν ὁ Σωτὴρ, ἵνα πᾶν ὃ δέδωκεν αὐτῷ μὴ ἀπολέσῃ ἐξ αὐτοῦ ἀλλ' ἀναστήσῃ αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ. καὶ ἀγαθὴ μὲν ὅτι καὶ φιλάνθρωπος οὐδεὶς ἀντερεῖ· μεθιστάντες δὲ πρὸς τὴν ἐναντίως ἔχουσαν βούλησιν τοῦ Υἱοῦ τὰς ἐννοίας, οὔτε φιλάνθρωπον, οὔτε μὴν ὅλως εὑρήσομεν ἀγαθὸν, φρονοῦντα δὴ πάντως τἀναντία τῷ Πατρὶ, καὶ οὔτε διασώζειν ἡμᾶς, οὔτε μὴν ἐκ θανάτου διανιστᾶν ἐθέλοντα. πῶς οὖν ἔτι ποιμὴν ἀγαθὸς, πῶς δὲ σημεῖον ἡμῖν τῆς ἐνούσης αὐτῷ φιλανθρωπίας ἐτίθει, τὸ διδόναι τὴν ψυχὴν ὑπὲρ ἡμῶν; εἰ μὲν γὰρ καταβέβηκεν ἐξ οὐρανῶν, ἵνα τοῦτο πληρώσῃ καθ' ἑκούσιον βούλησιν, πῶς οὐ τὸ ἴδιον θέλημα πληροῖ, μήτε ἀπολλύων τὸ προσαγόμενον, ἀλλὰ καὶ διανιστὰς κατὰ τὴν ἐσχάτην ἡμέραν; εἰ δὲ οὐκ ἔστιν ἐν θελήσει τοῦτο αὐτῷ, ὑπηρετεῖ δὲ μᾶλλον τοῖς θελήμασι τοῦ Πατρὸς, καὶ διανιστὰς καὶ διασώζων, τοὺς ἀπολωλότας δηλονότι καὶ τῷ θανάτῳ κεκρατημένους, πῶς οὐκ ἀληθεύσομεν, οὔτε ἀγαθὸν, οὔτε μὴν