Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.497
Not analysed yet
θάνατον ὁ διάβολος, ἀλλ' ἐν αὐτῇ τεταπείνωται τῇ οἰκείᾳ παγίδι. λέλυται γὰρ ὁ θάνατος ἐν θανάτῳ Χριστοῦ, καὶ κατηργήθη τύραννος ὁ πεσεῖσθαι μὴ προσδοκῶν. καὶ μακρὸν μὲν ἦν ἐπὶ τούτοις ἐπιθεῖναι λόγον οὐ χαλεπὸν, ὃ δὲ ἦν ἐν χερσὶν, αὐτὸ δὴ πάλιν ἐροῦμεν. εἰ μὴ κυρίως τε καὶ ἀληθῶς θελημάτων ἦν ἔργον Ἰουδαϊκῶν, καὶ τῶν ἐν ἐκείνοις ἀνοσίων τολμημάτων καρπὸς ὁ θάνατος τοῦ Χριστοῦ, κρῖμα δὲ ἦν τὸ θεῖον, ὥσπερ οἴονταί τινες, τὸ πάντως ἄγον εἰς τοῦτο· πῶς οὐκ ἔδει λοιπὸν καὶ ὡς ἐξ ἀνάγκης ἤδη πληροῦσθαι τὸ δόξαν δι' ἀνθρώπων δὴ πάντως, καὶ οὐχ ἑτέρως; εἶτα πῶς ἂν, εἰπέ μοι, δικαίως ἔτι κολάζοιντο ταῖς ἀπαραιτήτοις τοῦ Θεοῦ ψήφοις ὑπηρετοῦντές τινες; πῶς δὲ δείλαιος καὶ ἐν ἀμείνοσιν "εἰ μὴ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος" δι' οὗ παρεδόθη ὁ Χριστός; εἰ γὰρ θελητὸν τῷ Σωτῆρι τὸ πάθος, καὶ ἀνεθέλητον οὐδαμῶς καθ' ἕτερόν τινα τρόπον νοοῖτο, ποίαν ἂν εὐλόγως εἰσπράττοιτο δίκην, ὁ θελημάτων δεσποτικῶν καὶ τῶν ἐσομένων ἀπαραιτήτως ὑπηρέτης ἀναδεδειγμένος; ἢ γὰρ οὐχ ἅπασιν ἔσται διαφανὲς, ὅτι πάντως ἔδει γενέσθαι τὰ τῇ θείᾳ τε καὶ ἀῤῥήτῳ δόξαντα φύσει, γενέσθαι δὲ πάντως διά τινων; ἀλλ' ἔστι καὶ διὰ τούτων καὶ διὰ πλειόνων ἑτέρων συνιδεῖν, ὡς ἐπείπερ ἐξ οὐρανῶν καταβέβηκεν ὁ Υἱὸς τὸν ὑπὲρ ἁπάντων ὑπομεῖναι θάνατον, ἑκών τε ὁμοῦ καὶ ἄκων, ἵνα πάντας ἀναστήσῃ τῇ ἐσχάτῃ ἡμέρᾳ, δόξαν οὕτω καὶ αὐτῷ τῷ Πατρὶ διὰ τὸ πᾶσι συμφέρον· ἑτεροφυᾶ δὲ οὐδαμῶς, ἢ κατά τι γοῦν ἡττώμενον τοῦ γεγεννηκότος ἑαυτὸν νοεῖσθαι διὰ τούτων βούλεται. Τὸν μὲν οὖν δι' ἐναντίας ὑπερυθριάσειν ἤδη, καὶ τοῖς περὶ τούτων ἡμῖν οὐκ ἀντιτάξεσθαι λόγοις ὑπολαμβάνω·