Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.500
Not analysed yet
σμένως οἴεσθαί τι ποιεῖν ἑκάτερον, πρὸς ὅπερ ἂν ἔχοι φύσεως ἐπιτηδείως, δέχου δὲ μᾶλλον εἰς νοῦν ὅτι συνεργάτης μέν ἐστιν ὁ Πατὴρ τῷ Υἱῷ καὶ ὁ Υἱὸς αὖ πάλιν τῷ Πατρὶ, καὶ ὅλης, ἵν' οὕτως εἴπω, τῆς ἁγίας Τριάδος ἔργον ἐστὶν ἡ καθ' ἡμᾶς σωτηρία καὶ ἡ ἐκ θανάτου πάλιν εἰς ζωὴν ἐπάνοδος, ἀρκούντως δὲ ἴσθι καὶ τὸν Πατέρα πρὸς πᾶσαν ἔχειν ἰσχύν τε καὶ χρείαν, ὁμοίως δὲ καὶ τὸν Υἱὸν, καὶ προσέτι τὸ Ἅγιον Πνεῦμα· ἔρχεται δὲ διὰ πάσης τῆς ἁγίας Τριάδος τὰ εἰς ἡμᾶς ἀγαθὰ, καὶ τὰ πάντα ἐν πᾶσιν ὁ Θεὸς καὶ Πατὴρ ὁλοκλήρως εὑρίσκεται δι' Υἱοῦ ἐν Πνεύματι. Ἐπιτηρητέον δ' οὖν ὅμως κἀκεῖνο, ὡς πολύ τι τὸ ἀξιόλογον ἐν τῷ πιστεύειν εἰς τὸν Υἱὸν εὑρίσκεται. ζωὴν γὰρ ἔχει τὸ γέρας· εἰ δὲ ἐν Υἱῷ κατὰ φύσιν ἐπιγινώσκεται ὁ Πατὴρ καὶ Θεὸς, τίς ἂν ἀνάσχοιτο λοιπὸν τῶν ἔξω φερόντων αὐτὸν τῆς οὐσίας τοῦ Πατρὸς, καὶ ἀπύλωτον ἐχόντων εἰς τὴν ἐπὶ τούτῳ δυσφημίαν τὸ στόμα; δι' ὧνδε δύνασθαι διανιστᾶν εἰς ζωὴν τὸ πεπτωκὸς εἰς θάνατον ἐπαγγέλλεται, διὰ τούτων αὐτῶν, οὐδεμιᾶς ἤδη μεσολαβούσης ἐξαλλαγῆς, εἰς ταυτότητα φυσικὴν ἀναβαίνει τῷ γεγεννηκότι· ζωῆς γὰρ ἔργον ἴδιον τὸ ζωοποιεῖν, καὶ ἐπείπερ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, ζωὴ πάντως καὶ ὁ κατὰ φύσιν ἐξ αὐτοῦ νοηθήσεται, τουτέστι ὁ Μονογενής. Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶπεν Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ. Ἀγανακτοῦσι πάλιν οἱ τῶν εἰρημένων παρὰ Χριστοῦ συνιέντες οὐδέν· πέφυκε δέ πως ἐν τούτοις ὁρᾶσθαι κατὰ τὸ πλεῖστον ὁ ἀπαίδευτος νοῦς· οὐ γὰρ ἔχοντες περιδράττεσθαι