Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.501
Not analysed yet
τῶν ἐννοιῶν, δι' ὧν ἦν εἰκὸς μεταποιηθήσεσθαί πως ἐπὶ τὸ ἄμεινον, εἰς ἀκαίρους ὀλιγοψυχίας ἐκτελευτᾷ. ἢ γὰρ οὐχὶ καὶ ἀληθὲς ἐπ' αὐτοῖς δὴ πάλιν τοῖς Ἰουδαίοις τὸ εἰρημένον εὑρήσομεν; χαλεπαίνουσι γὰρ διὰ ποίαν αἰτίαν; τίς δὲ αὐτοὺς εἰς τοῦτο κέκληκε λόγος; γογγύζουσι δὲ διατί; καίτοι μᾶλλον ἐχρῆν φιλομαθέστερον τοῖς εἰρημένοις ἐπιστῆσαι τὸν νοῦν, καὶ ἐξ αὐτῶν ἤδη κατασκέπτεσθαι τῶν πραγμάτων τὴν ἀλήθειαν, διά τε τῆς ἐν τοῖς ἀποτελεσθεῖσι μεγαλουργίας, εἰς δοκιμωτάτην ἰέναι σύνεσιν, πότερόν ποτε διαψεύδοιτο Χριστὸς, ἄρτον ἑαυτὸν, καὶ τοῦτο ἐξ οὐρανοῦ καταβεβηκότα καλῶν, ἤγουν ἀληθεύει, καὶ τοῦτον ἔχων αὐτοῖς τὸν τρόπον ἁλίσκοιτο. οὕτω γὰρ ἦν κρίνοντας ὀρθῶς παιδαγωγεῖσθαι καλῶς πρὸς τὴν τοῦ συμφέροντος εὕρεσιν· ἀλλὰ ζητοῦντες οὐδὲν χαλεπαίνουσι, καίτοι διὰ τῶν ἤδη παρῳχηκότων, ἄρτον ὄντως ζωῆς καὶ ἀληθινὸν ἐπιδείξαντος ἑαυτὸν τοῦ Χριστοῦ, ἀντιδιαστέλλοντός τε τῷ ἐν τύπῳ καὶ σκιᾷ χορηγηθέντι μάννα κατὰ τὴν ἔρημον τοῖς πατράσιν αὐτῶν. "Ὁ γὰρ ἐρχόμενος πρὸς μὲ, φησὶν, οὐ "μὴ πεινάσῃ πώποτε·" ὡς τῶν ἐκεῖνο φαγόντων τὸ μάννα, βραχεῖάν τινα καὶ εὐαπόβλητον κομιδῆ τὴν ἀπόλαυσιν ἐσχηκότων περὶ τὴν σάρκα· τῶν δὲ πρὸς αὐτὸν ἰόντων διὰ τῆς πίστεως, οὐκ εἰς ὁμοίαν τοῖς τότε τὴν ὄνησιν ἀναβησομένων, καρπωσομένων δὲ μᾶλλον διηνεκῆ τῆς εὐλογίας τὴν χάριν. Σφάλλεται τοίνυν τῶν Ἰουδαίων ὁ νοῦς, μόνα βλέπων τὰ ἐπὶ τῆς γῆς· καὶ τοῦτο ἦν ἄρα τὸ ἐπ' αὐτοῖς ᾀδόμενον "Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ "τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον," ἵνα μηδαμόθεν πρὸς τὴν τῶν θείων μυστηρίων ἀνανεύοντες γνῶσιν, κακοὶ κακῶς ἀπόλοιντο διὰ τὰς σφῶν αὐτῶν ἀπονοίας, καὶ τὸ λίαν ἀκρατὲς εἰς ἀπείθειαν. ἀναμιμνησκόμενοι δέ πως τὰ ἐν τοῖς