Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.512
Not analysed yet
πάντων εἶναι λεγομένων παρὰ Θεοῦ, μόνος αὐτὸς ἐπὶ τὴν τοῦ γεννήσαντος ἀναβαίνει θέαν, διὰ τὸ εἶναι παρὰ Θεοῦ; οὐκοῦν εἰρήσεται μὲν ἐπὶ τῶν ποιημάτων καταχρηστικώτερον· παρὰ Θεοῦ γὰρ τὰ πάντα δημιουργητῶς διὰ τὸ παρῆχθαι δι' αὐτοῦ πρὸς γένεσιν· ἐπὶ δὲ τοῦ Υἱοῦ, καθ' ἕτερόν τε καὶ ἀληθέστερον τρόπον τὸ παρὰ τοῦ Θεοῦ, ὡς ἐξ αὐτοῦ κατὰ φύσιν, δεδέξεται. διὸ τοῖς πᾶσιν οὐ συναριθμούμενος, ἀλλ' ἔξω πάντων ὑπάρχων καὶ ἐπάνω πάντων μετὰ Πατρὸς, οὐ συνασθενήσει τοῖς πᾶσιν, ἅτε δὴ τῆς ἐκείνων ὁμοφυΐας ἐξῃρημένος, ὡς δὲ εἰς τὴν τοῦ γεννήσαντος ἀνατρέχων φύσιν, κατόψεται πάντως τὸν ἐξ οὗπέρ ἐστι. Τὸ δὲ ὅπως ἢ κατὰ τίνα τρόπον, ἢ αὐτὸς θεωρήσει τὸν Πατέρα, ἢ αὖ πάλιν παρὰ τοῦ Πατρὸς ὀφθήσεται, τῆς μὲν ἡμετέρας γλώττης οὐκ ἔργον εἰπεῖν· νοητέον δ' οὖν ὅμως θεοπρεπῶς. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον. Θύρα τοιγαροῦν καὶ ὁδὸς εἰς ζωὴν ἡ πίστις, καὶ ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν ἀναδρομή. θαυμάσαι γεμὴν οὐδὲν ἧττον παρέσται τοῖς ἀκροωμένοις καὶ τὴν ἐν τούτοις οἰκονομίαν. ἐπειδὴ γὰρ οὐδὲν τὸ παράπαν συνέντας αἰσθάνεται, ἀλλ' οὐδὲ ὅτι προσήκοι τοῖς ἐκ προφητῶν ὑποπείθεσθαι λόγοις οἰομένους ὁρᾷ, τὸ μὲν ὅσον ἦν ἀσθενοῦν εἰς πίστιν ὡς ἐκ λογισμῶν ἀνθρωπίνων, ὅρκῳ τῷ πρὸς ἀλήθειαν ὑποτέμνεται. γέρα δὲ τοῖς πιστεύουσι προτιθεὶς τὰ ἀξιοζήλωτα, καθάπερ τισὶν ὁλκοῖς, ἐπιθυμίαις δηλονότι ταῖς εἰς αὐτὰ, μονονουχὶ καὶ οὐχ ἑκόντας ἐκβιάζεται καὶ ἀναπείθει βαδίζειν ἐπὶ τὸ κηρυττόμενον. τί γὰρ ἂν γένοιτο τῆς αἰωνίου ζωῆς προτιμότερον, τοῖς οἷς γε πικρὸς ὁ θάνατος καὶ τὰ ἐκ τῆς