Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.511
Not analysed yet
χαλινῷ περιτρέπει πρὸς τὸ χρῆναι μὴ παχεῖαν ἔχειν ἐπὶ τῷ Θεῷ τὴν διάληψιν, μηδὲ ὁρατὴν ἔσεσθαί ποτε τὴν ἀόρατον οἴεσθαι φύσιν· οὐδεὶς γὰρ πώποτε, φησὶ, τεθέαται τὸν Πατέρα. ἔοικε δὲ πάλιν καὶ αὐτὸν ὑπαινίττεσθαι τὸν ἱεροφάντην Μωυσέα. ᾤοντο μὲν γὰρ ἀνοήτως δὴ σφόδρα καὶ τοῦτο φρονοῦντες οἱ Ἰουδαῖοι, διὰ τὸ εἰσελθεῖν "εἰς τὸν γνόφον" αὐτὸν, τεθεᾶσθαι τὴν ἄῤῥητον τοῦ Θεοῦ φύσιν, καὶ τοῖς τοῦ σώματος ὀφθαλμοῖς κατιδεῖν, ὅπερ ἐστὶ κατὰ φύσιν τὸ ἀκήρατον κάλλος. ἀλλ' ἵνα μή τι γυμνότερον λέγων ἐπὶ τῷ πανσόφῳ Μωυσεῖ, δοκῇ πως αὐτοὺς ἐπὶ τὸ σύνηθες παροτρύνειν θράσος, ἀδιορίστως τε ἅμα κατὰ πάντων καὶ ὡς ἐπ' ἐκείνῳ φησίν Οὐχ ὅτι τὸν Πατέρα ἑώρακέ τις. μὴ γὰρ δὴ τὰ ὑπὲρ τὴν φύσιν ἀπαιτεῖτε, φησὶ, μηδὲ εἰς τὸ πᾶσι τοῖς γεγονόσιν ἀνέμβατον παραλόγοις φέρεσθε ταῖς ὁρμαῖς. ἀπέδρα τε γὰρ καὶ διαλέληθεν ἡ θεία καὶ ἀπερινόητος φύσις, οὐχ ὅπως τοὺς ἐν ἡμῖν ὀφθαλμοὺς ὄντας μόνους, ἀλλ' ἤδη καὶ τοὺς ἁπάσης τῆς κτίσεως· ἐν γὰρ τῷ Οὐδεὶς, τὰ πάντα περισχοινίζεται, ἑαυτὸν δὲ καὶ μόνον εἶναί τε ἐκ Θεοῦ καὶ τεθεᾶσθαι τὸν Πατέρα διοριζόμενος, ἔξω τίθησι δηλονότι τῶν πάντων, καθ' ὧν ἂν νοοῖτο τό Οὐδεὶς ἀποφαντικῶς· ἐπειδὴ δὲ ἔξω πάντων ἐστὶ, καὶ οὐδενὸς ὁρῶντος τὸν Πατέρα, μόνος αὐτὸς τοῦ βλέπειν οὐχ ἁμαρτάνει, πῶς οὐκ ἂν νοοῖτο λοιπὸν οὐκ ἐν τοῖς πᾶσιν ὑπάρχων, ὡς εἷς ἐξ αὐτῶν, ἀλλ' ἔξω τῶν πάντων, ὡς ὑπὲρ πάντα; καὶ εἰ πάντων εἶναι λεγομένων παρὰ τοῦ Θεοῦ, καὶ μηδενὸς ὁρῶντος τὸν Πατέρα· "τὰ γὰρ πάντα ἐκ τοῦ Θεοῦ" κατὰ τὴν τοῦ Παύλου φωνήν· μόνος αὐτὸς θεωρεῖ τὸν Πατέρα διὰ τὸ ὑπάρχειν παρὰ Θεοῦ· τό παρὰ τοῦ Θεοῦ ληψόμεθα νοοῦντες ὀρθῶς, ἐπ' αὐτοῦ δὴ καὶ μόνου τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρός. εἰ γὰρ μὴ τοῦτον ἔχει τὸν τρόπον, ὅτου δὴ χάριν, καθάπερ ἤδη προείπομεν,