Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.514
Not analysed yet
ΚΕΦΑΛΗ Β. Ὅτι ζωοποιὸν τὸ ἅγιον σῶμα Χριστοῦ, ἐν οἷς ὡς περὶ ἄρτου φησὶ τοῦ ἰδίου σώματος. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ καὶ ἀπέθανον· οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ. ΣΑΦΩΣ δὴ λίαν ἐν τούτοις ἐκεῖνο καταθεάσασθαι παρέσται τὸ διὰ τοῦ προφήτου προαναφωνούμενον Ἡσαΐου "Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ηὑρέθην τοῖς "ἐμὲ μὴ ἐπερωτῶσιν· εἶπα Ἰδού εἰμι τῷ ἔθνει ὃς οὐκ ἐκά"λεσεν τὸ ὄνομά μου· ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς "χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα." ὅλην γὰρ τοῦ λόγου τὴν λεβηρίδα περιελὼν, καὶ πᾶσαν, ἵν' οὕτως εἴπω, περιστολὴν ἀποστήσας, ἀκατακαλύπτως ἤδη τοῖς ἐξ Ἰσραὴλ ἑαυτὸν ἐμφανίζει λέγων Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς, ἵνα δὴ μάθοιεν, ὡς, εἴπερ ἔχουσι θελητὸν τὸ κρείττους εἶναι τῆς φθορᾶς, καὶ αὐτὸν τὸν ἐκ παραβάσεως ἐπισκήψαντα θάνατον ἀποδύσασθαι, δεήσει βαδίζειν αὐτοὺς εἰς μετάληψιν τοῦ ζωοποιεῖν ἰσχύοντος, καὶ ἀφανίζοντος μὲν τὴν φθορὰν, καταργοῦντος δὲ καὶ τὸν θάνατον· ἔργον γὰρ ὄντως τοῦτο τῆς κατὰ φύσιν ζωῆς ἴδιόν τε καὶ πρεπωδέστατον. ἐπειδὴ δὲ δεδόσθαι τὸ μάννα κατὰ τὴν ἔρημον τοῖς πατράσιν αὐτῶν διαβεβαιούμενοι, τὸν ἄρτον ἀληθῶς τὸν ἐξ οὐρανοῦ καταφοιτήσαντα, τουτέστι τὸν Υἱὸν, οὐκ ἐδέχοντο, ἀναγκαίαν τοῦ