Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.515
Not analysed yet
τύπου πρὸς τὸ ἀληθὲς ποιεῖται τὴν σύγκρισιν, ἵν' οὕτως εἰδεῖεν οὐκ ἐκεῖνον ὄντα τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, ἀλλ' ὃν ἡ τοῦ πράγματος πεῖρα τοιοῦτον κατὰ φύσιν ὄντα δεικνύει· οἱ μὲν γὰρ ὑμέτεροι, φησὶ, πατέρες τε καὶ πρόγονοι φαγόντες τὸ μάννα, τῇ τοῦ σώματος φύσει τὸ χρέος ἀποδεδώκασι, πρόσκαιρον δι' ἐκείνου τὴν ζωὴν ἀποκερδάναντες, καὶ ἐφήμερον τὴν ἐξ αὐτοῦ τροφὴν τῇ σαρκὶ προσκομίζοντες, τὸ μὴ παραυτίκα τεθνάναι μόλις ἐπραγματεύοντο. εἴη δ' ἂν ἐναργεστάτη, φησὶν, ἀπόδειξις τοῦ μὴ ἄρτον εἶναι τὸν ἐξ οὐρανοῦ κατὰ τὸ ἀληθέστερον, τὸ μηδαμόθεν εἰς ἀφθαρσίαν ὠφελεῖσθαι δι' αὐτοῦ τοὺς μετεσχηκότας· σημεῖον δὲ πάλιν ὁμοίως τοῦ κυρίως τε καὶ ἀληθῶς ἄρτον εἶναι ζωῆς τὸν Υἱὸν, τὸ καὶ αὐτῶν ἀναδείκνυσθαι κρείττονας τῶν ἐκ θανάτου δεσμῶν τοὺς ἅπαξ μετεσχηκότας, καὶ ἀνακεκραμένους τρόπον τινὰ διὰ τῆς κοινωνίας αὐτῷ. ὅτι γὰρ πάλιν εἰς εἰκόνα μᾶλλον, ἢ σκιὰν, τοῦ Χριστοῦ τὸ μάννα λαμβάνεται, καὶ τὸν ἄρτον ὑπεδήλου τῆς ζωῆς, αὐτὸ δὲ οὐκ ἦν ὁ τῆς ζωῆς ἄρτος, εἴρηται μὲν ἡμῖν διὰ πολλῶν· συνεργεῖ δέ πως καὶ ὁ ψαλμῳδὸς ἐν πνεύματι βοῶν "Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον ἀγ"γέλων ἔφαγεν ἄνθρωπος." δοκεῖ μὲν γάρ πως ὁ λόγος ἐπὶ τοῖς ἐξ Ἰσραὴλ εἰρῆσθαι παρὰ τοῦ πνευματοφόρου, ἔχει δὲ οὐχ οὕτω τὸ ἀληθὲς, ἐφ' ἡμῖν δὲ μᾶλλον ὁ τῶν εἰρημένων σκοπὸς συντείνεται. ἢ γὰρ οὐκ εὔηθες καὶ ἀνόητον κομιδῇ τοὺς ὄντας κατὰ τὸν οὐρανὸν ἁγίους ἀγγέλους, καίτοι φύσιν λαχόντας τὴν ἀσώματον, παχυτέρας μετίσχειν οἴεσθαι τροφῆς, καὶ δεῖσθαι βοηθημάτων εἰς τὸ διακρατεῖσθαι πρὸς ζωὴν, ὁποίων περ ἂν καὶ τουτὶ τὸ ἐκ γῆς ἐπιθυμήσαι σῶμα; ἀλλ' οὐδὲν οἶμαι χαλεπὸν ἐννοεῖν, ὡς ἐπείπερ εἰσὶ πνεύματα, τοιαύτης ἂν δέοιντο καὶ τροφῆς, πνευματικῆς δηλονότι καὶ νοητῆς. πῶς οὖν ἄρτος ἀγγέλων τοῖς τῶν Ἰουδαίων προγόνοις κεχορηγῆσθαι λέγεται, εἰ ἀληθεύοι τὰ τοιαῦτα βοῶν ὁ