Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.517
Not analysed yet
ὅνπερ γὰρ τρόπον τοῖς ἀγριαίνουσι τῶν τραυμάτων, οὐχ ἑνὸς δεῖ φαρμάκου προσβολῆς, πολυειδοῦς δὲ μᾶλλον τῆς θεραπείας, καὶ οὐχ ἅπαξ τυχὸν προσκομιζομένης, ἀλλὰ τῇ συνεχείᾳ τῆς ἐπαγωγῆς ἐκπολιορκούσης τὸ πάθος· οὕτως οἶμαι δεῖν καὶ ἀπηνεστάτῃ ψυχῇ καὶ νῷ κατεσκληκότι, συχνὰς ἐπαρτύεσθαι, καὶ ἀλλεπαλλήλους ἰέναι τὰς ἐκ τῶν διδασκάλων ἐπικουρίας· καταμαλθάξαι γὰρ ἂν εἴη μὴ διὰ μιᾶς καὶ πρώτης ὑφηγήσεως, ἀλλά γε διὰ τῆς καὶ ἐσαῦθις προσκομιζομένης αὐτῷ, καὶ εἰ διὰ τῶν αὐτῶν ἔρχοιτο λόγων. πολλάκις τοιγαροῦν ὁ Σωτὴρ τὸν αὐτὸν τοῖς Ἰουδαίοις ἀνακυκλήσας λόγον παρατίθησι ποικίλως, ποτὲ μὲν αἰνιγματώδη καὶ ἀσαφείᾳ πολλῇ κατημφιεσμένον, ποτὲ δὲ διπλόης ἁπάσης ἀπηλλαγμένον, ἀφειμένον τε καὶ ἄνετον, ἵνα λοιπὸν ἀπειθήσαντες, μηδενὸς ἔτι δέοιντο πρὸς κατάκρισιν, κακοὶ δὲ ἀπόλοιντο κακῶς, αὐτοὶ τῆς ἑαυτῶν κατωθοῦντες ψυχῆς τῆς ἀπωλείας τὸ ξίφος. Οὐδὲν τοιγαροῦν ἐπικρυψάμενος ἔτι φησὶν ὁ Χριστός Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. τύπος ἦν ἐκεῖνό φησι, καὶ σκιὰ καὶ εἰκών. ἀκούσατε διαῤῥήδην ἤδη καὶ οὐκέτι κεκαλυμμένως Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου ζήσεται εἰς τὸν αἰῶνα. οἱ ἐξ ἐκείνου φαγόντες ἀπέθανον· οὐ γὰρ ἦν ζωοποιός· ὁ δὲ τοῦτον ἐσθίων τὸν ἄρτον, τουτέστιν ἐμὲ, ἤτοι τὴν σάρκα τὴν ἐμὴν, ζήσεται εἰς τὸν αἰῶνα. παραφυλακτέον τοιγαροῦν καὶ παραιτητέον ὁμοῦ τὸ σκληρύνεσθαι τοῖς εἰς εὐσέβειαν λόγοις, οὐχ ἅπαξ ἡμᾶς, ἀλλὰ καὶ πολλάκις μεταπείθοντος τοῦ Χριστοῦ. εἴη γὰρ ἂν οὐκ ἀμφίλογον, ὡς ἔνοχοι πάντως ἔσονται παγχαλέποις ἐγκλήμασιν, οἱ πρὸς ἐσχάτην ἐκνενευκότες ἀπόνοιαν, καὶ δι' ὑπερμέτρου τῆς ἀπειθείας ἐμπαροινεῖν οὐ παραιτούμενοι τῷ τῶν καλλίστων εἰσηγητῇ. διὰ τοῦτό φησι περὶ