Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.518
Not analysed yet
τῶν Ἰουδαίων "Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν "οὐκ εἴχοσαν· νυνὶ δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρ"τίας αὐτῶν." οἱ μὲν γὰρ οὐδαμῶς διὰ τῆς ἀκοῆς εἰς καρδίαν εἰσοικισάμενοι τῆς σωτηρίας τὸν λόγον, ἡμερωτέρῳ τυχὸν περιτεύξονται τῷ κριτῇ, τὸ μηδόλως ἀκοῦσαι προτείνοντες, εἰ καὶ ὅτι μάλιστα τὸν ἐπὶ τῷ μὴ ζητῆσαι μαθεῖν ἀποδώσουσι λόγον· οἱ δὲ καὶ πολλάκις διὰ τῶν αὐτῶν νουθεσιῶν τε καὶ λόγων εἰς τὴν τοῦ συμφέροντος θήραν ἐκπαιδαγωγούμενοι, σφᾶς δὲ αὐτοὺς ὅτι χρὴ τῶν καλλίστων ἀποστερεῖν ἀνοήτως λογιζόμενοι, πικροτάτην ἀποτίσουσι κόλασιν, καὶ οἷον λελυπημένῳ περιπεσοῦνται τῷ κρίνοντι, πρόφασιν τῆς αὐτῆς ἀπονοίας δυσωποῦσαν αὐτὸν ἀνευρίσκειν οὐχ ἔχοντες. Καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μου ἐστὶν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Ἀποθνήσκω, φησὶν, ὑπὲρ πάντων, ἵνα πάντας ζωοποιήσω δι' ἐμαυτοῦ, καὶ ἀντίλυτρον τῆς ἁπάντων σαρκὸς τὴν ἐμὴν ἐποιησάμην. τεθνήξεται γὰρ ὁ θάνατος ἐν θανάτῳ τῷ ἐμῷ, καὶ συναναστήσεταί μοι, φησὶν, ἡ πεσοῦσα τοῦ ἀνθρώπου φύσις. γέγονα γὰρ διὰ τούτου καθ' ὑμᾶς, ἄνθρωπος δηλονότι καὶ ἐκ σπέρματος Ἁβραὰμ, ἵνα "κατὰ πάντα τοῖς "ἀδελφοῖς" ὁμοιωθῶ. συνεὶς δὲ τοῦτο καλῶς ὅπερ ἀρτίως ἡμῖν ἔφη Χριστὸς, καὶ αὐτός φησιν ὁ μακάριος Παῦλος "Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ "αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ "θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, "τουτέστι τὸν διάβολον·" οὐ γὰρ ἦν ἑτέρως τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου καταργηθῆναί ποτε, καὶ αὐτὸν δὲ τὸν θάνατον, εἰ μὴ δέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ὁ Χριστὸς, εἷς