Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.52
Not analysed yet
εὐσεβῶς κἀκεῖνο νοείσθω, κἂν ὡς ἐν ἀνθρωπίνῳ λαλῆται σχήματι, καὶ λέλυται τὸ πικρὸν αὐτῶν καὶ ἀνόσιον πρόβλημα. Ἐξήρκει μὲν οὖν, ὡς οἶμαι, καὶ ταῦτα· ἐπειδὴ δὲ χρῆναι δεῖν ὑπειλήφαμεν τὰ ἐκ τῆς ἐκείνων δυστροπίας ἐπινοηθέντα προβλήματα, καθάπερ τινὰ πολεμίων ἐσμὸν, τῇ τῶν εὐσεβῶν δογμάτων ὀρθότητι κατακρούεσθαι, φέρε δὴ παραθέντες αὐτὰ κατὰ λόγον ἑκάστῳ τὸν δέοντα, τὸ ἀντιστατοῦν ἀντεγείρωμεν, καὶ θερμοτέροις κατ' αὐτῶν ἐξοπλίσωμεν θεωρήμασι τὴν ἀεὶ νικῶσαν ἀλήθειαν· πρόβλημα δὲ πάλιν, ὡς παρ' ἐκείνων, τῶν ἐπιλυόντων αὐτὸ συλλογισμῶν προτετάξεται, τὴν τοῦ λόγου νῆψιν εἰς ἀκριβεστέραν χωρεῖν ἐρεθίζον βάσανον, καὶ οἱονεί τινος ποταμίου ῥεύματος φορὰν, ἐπὶ τὸ πρανὲς ἀεὶ καταφέρον τὴν ἐπὶ τὸ βούλεσθαι τὸ ἀντιτεῖνον μανθάνειν ἀεὶ τῶν ἐντευξομένων ἀγαθὴν προθυμίαν. Προβλήματα ἤτοι ἀντιθέσεις ὡς ἐκ τῶν αἱρετικῶν. Εἰ μὴ ἕτερος, φησὶν, ἐνυπάρχει τῷ Θεῷ καὶ Πατρὶ „λόγος, οὐσιώδης τε καὶ ἐνδιάθετος παρὰ τὸν ἐξ αὐτοῦ „μονογενῆ Υἱὸν, ὃς δὴ καὶ κατὰ τὴν ἐκείνου μίμησιν κα„λεῖται λόγος, ἄτοπόν τι τὸ ἐντεῦθεν ἐκβήσεται, καὶ ὁμολο„γεῖν ἡμᾶς ἀναγκαῖον τοὺς ὀρθὰ φρονεῖν οἰομένους, ὅτιπερ „εἰ ὁμοούσιός ἐστιν ὁ Λόγος τῷ Πατρὶ, καὶ ὁ Πατὴρ δὲ τῷ „Λόγῳ, οὐδὲν ἔτι τὸ κωλύον ὁρᾶται λόγον εἶναί τε καὶ „καλεῖσθαι τὸν Πατέρα, ὡς ὁμοούσιον Λόγῳ. “Πρὸς τοῦτο λύσις. Οὐδεὶς, ὦ βέλτιστοι, τρόπος ἡμᾶς ἀναγκάσει Λόγον οἴεσθαι δεῖν τὸν Πατέρα νοεῖν τε καὶ λέγειν, ἢ καὶ εἶναι