Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.53
Not analysed yet
δύνασθαι πιστεύειν, ὅτιπέρ ἐστιν ὁμοούσιος Λόγῳ· οὐ γὰρ πάντως τὰ τῆς αὐτῆς ὄντα φύσεως, τὴν εἰς ἄλληλα χωρήσει μεταβολὴν καὶ ἀνάκρασιν ὥσπερ τινὰ τὴν ἐξ ἑτέρου πρὸς τὸ ἕτερον ἐπιδέξεται, ὡς ἐκ πλήθους εἰς ἑνάδα δύνασθαι συσταλῆναι τὰ σημαινόμενα, ἢ καὶ ἐκ δυάδος εἰς μονάδα τυχόν. οὐ γὰρ ἐπειδήπερ ὁμοούσιος ὑπῆρχεν ὁ προπάτωρ Ἀδάμ πως τῷ ἐξ αὐτοῦ φύντι παιδὶ, διὰ τοῦτο χωρήσει μὲν ὁ πατὴρ εἰς υἱὸν, ἀνταναβήσεται δὲ αὖθις ὁ υἱὸς εἰς πατέρα· ἀλλ' ἓν ὑπάρχων πρὸς αὐτὸν, ὡς πρὸς τὴν ἑνότητα τῆς οὐσιώδους ποιότητος, φορέσει τὸ ἴδιον, καὶ υἱὸς μέν τις ὁ ἐκ πατρός τινος νοηθήσεται· πατὴρ δὲ πάλιν ὁ γεννήτωρ τινὸς ἀναδεδειγμένος. εἰ δὲ οἴεσθε σοφὸν ἐπὶ τούτῳ κατασκευάζειν λόγον, ἓν δὲ εἶναι πάντως ἡ ὁμοουσιότης ἀναγκάσει τὸ ὁμοούσιον τῷ ὁμοουσίῳ, καὶ διαστολὴν οὐδεμίαν ἐπιτρέψει κρατεῖν, ὡς ἕκαστον εἶναι καθ' ἑαυτὸ, καὶ ἐν ᾧπέρ ἐστι· τί τὸ πεπεικὸς τὸν ἁπάντων Κριτὴν πατέρα μὲν μὴ κολάζειν ὑπὲρ υἱοῦ, υἱὸν δὲ ὑπὲρ πατρὸς μὴ εἰσπράττεσθαι δίκας; "Ψυχὴ γὰρ, "φησὶν, ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται, ὁ δὲ υἱὸς οὐ "λήψεται τὴν ἁμαρτίαν τοῦ πατρὸς αὐτοῦ, οὐδὲ ὁ πατὴρ "λήψεται τὴν ἁμαρτίαν τοῦ υἱοῦ αὐτοῦ." ἐπειδὴ δὲ ὁμοούσιον ὄντα τὸν πατέρα τῷ υἱῷ, οὐκ εἰς τὸν τῆς υἱότητος τόπον ὁ τοῦ τὰ δίκαια κρίνοντος καταφέρει λόγος, οὔτε μὴν ἀνατίθησι τὸν υἱὸν εἰς τὴν τῆς πατρότητος θέσιν, ἀλλ' ἰδιαζόντως ἑκάτερον οἶδεν, οὔτε τοῦτο εἰς ἐκεῖνο χωροῦν, οὔτε μὴν ἐκεῖνο πρὸς τοῦτο βαδίζον, καίτοι μιᾶς οὔσης ἐπ' ἀμφοῖν τῆς οὐσίας· πρόδηλον δήπουθεν, ὡς οὐδεὶς ἀναγκάσει τρόπος μεταχωρῆσαι λοιπὸν εἰς τὸ εἶναι Λόγον, τὸν Θεὸν καὶ Πατέρα, ἐπείπερ ἐστὶν ὁμοούσιος Λόγῳ· μένει γὰρ πάντως ἐφ' ἑαυτῷ, τουτέστι Πατὴρ, κἂν ὁ ἐξ αὐτοῦ γεννηθεὶς νοῆται καὶ ὑπάρχῃ Λόγος, καὶ διὰ τοῦτο Υἱὸς, ἵνα μὴ καὶ ἐν χείροσι τῶν καθ' ἡμᾶς φαίνηται τὰ θειότερα.