Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.529
Not analysed yet
μότερον πείθων, τὸ πιστεύειν διδάξειε. πεπιστευκόσι γὰρ ἤδη καὶ τὸ μανθάνειν δύνασθαι πρεπόντως ἀκολουθεῖ. ἐπεὶ καὶ οὕτω φησὶν ὁ προφήτης Ἡσαΐας "Ἐὰν γὰρ μὴ πιστεύσητε, "οὐδ' οὐ μὴ συνῆτε." οὐκοῦν ἔδει προεῤῥιζωμένης ἐν αὐτοῖς τῆς πίστεως, δευτέραν ἐπεισκρίνεσθαι τὴν ἐφ' οἷς ἀγνοοῦσι σύνεσιν, καὶ οὐ πρεσβυτέραν. τῆς πίστεως ὁρᾶσθαι τὴν ζήτησιν. Διὰ ταύτην οἶμαι τὴν αἰτίαν παρεὶς εἰκότως ὁ Κύριος τὸ λέγειν αὐτοῖς, τίνα τρόπον ἐπιδώσει τὴν σάρκα αὐτοῦ φαγεῖν, ἐπὶ τὸ χρῆναι πιστεύειν πρὸ τῆς ἐρεύνης καλεῖ. τοῖς γὰρ ἤδη πεπιστευκόσι, διακλάσας τὸν ἄρτον ἐδίδου, λέγων "Λάβετε, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου·" ὁμοίως δὲ καὶ εἰς πάντας τὸ ποτήριον περιενεγκών Λάβετε "πίετε," φησὶν, "ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ αἷμά μου τῆς "διαθήκης τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρ"τιῶν." ὁρᾷς ὅπως τοῖς μὲν ἀνοηταίνουσιν ἔτι, καὶ τὸ πιστεύειν ἀζήτητον ἐξωθουμένοις, οὐκ ἐξηγεῖται τοῦ μυστηρίου τὸν τρόπον, τοῖς δὲ ἤδη πεπιστευκόσι σαφέστατα διειπὼν εὑρίσκεται; ἀκουέτωσαν τοίνυν οἱ τὴν πίστιν τὴν εἰς Χριστὸν ἐξ ἀνοίας οὔπω παραδεξάμενοι Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν αἰώνιον ἐν ἑαυτοῖς· ἀμέτοχοι γὰρ παντελῶς καὶ ἄγευστοι διαμένουσι τῆς ἐν ἁγιασμῷ καὶ μακαριότητι ζωῆς, οἱ διὰ τῆς μυστικῆς εὐλογίας οὐ παραδεξάμενοι τὸν Ἰησοῦν. ζωὴ μὲν γὰρ κατὰ φύσιν ἐστὶ, καθὸ καὶ ἐκ ζῶντος ἐγεννήθη Πατρός· ζωοποιὸν δὲ οὐδὲν ἧττον καὶ τὸ ἅγιον αὐτοῦ σῶμα, συνενηνεγμένον τρόπον τινὰ καὶ ἀῤῥήτως ἑνωθὲν τῷ τὰ πάντα ζωογονοῦντι Λόγῳ· διὸ αὐτοῦ λελόγισται, καὶ ὡς εἷς νοεῖται σὺν αὐτῷ. ἀδιαίρετος γὰρ μετὰ τὴν ἐνανθρώπησιν, πλὴν ὅσον εἰς τὸ εἰδέναι τὸν ἐκ Θεοῦ Πατρὸς ἥκοντα Λόγον