Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.528
Not analysed yet
ἤδη προτεθαυμακὼς ἁλώσῃ μεγαλουργήματα, οἷς εἴπερ ἐπάγεις τό Πῶς, ὅλῃ παντελῶς ἀπειθήσεις τῇ θείᾳ γραφῇ, καὶ πάντας τῶν ἁγίων προφητῶν ἀνατρέψεις τοὺς λόγους, καὶ αὐτοῦ δὲ πρὸ πάντων τοῦ σοῦ Μωυσέως τὰ ἱερὰ συγγράμματα. οὐκοῦν ἔδει μᾶλλον πιστεύοντας τῷ Χριστῷ, καὶ τοῖς παρ' αὐτοῦ λεγομένοις ἀμελλητὶ κατανεύοντας μανθάνειν ἐπείγεσθαι μᾶλλον τῆς εὐλογίας τὸν τρόπον, οὐκ ἀπερισκέπτως ἐμπαροινεῖν λέγοντας Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα αὐτοῦ φαγεῖν; ὅτι καὶ τό Οὗτος, ἐν ὑπεροψίᾳ φασί· τοιοῦτόν τι γὰρ πάλιν αὐτοῖς τὸ ὑπέρογκον ὑπαινίττεται ῥῆμα. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Μακρόθυμος ὄντως καὶ πολυέλεος ὁ Χριστὸς, ὥσπερ οὖν ἔξεστι καὶ ἐξ αὐτῶν ἤδη τῶν προκειμένων ἰδεῖν. φιλονεικήσας γὰρ οὐδαμῶς ταῖς τῶν ἀπειθούντων μικροψυχίαις, πάλιν αὐτοῖς τὴν ζωοποιὸν τοῦ μυστηρίου γνῶσιν ἐπιδαψιλεύεται, καὶ νικήσας ὡς Θεὸς τὴν τῶν λυπούντων ἀλαζονείαν, τὰ δι' ὧν εἰς μακραίωνα βίον ἀναβήσονταί φησι· καὶ τίνα μὲν τρόπον αὐτοῖς τὴν σάρκα δώσει φαγεῖν, οὔπω διδάσκει· ᾔδει γὰρ ὄντας ἐν σκότει καὶ νοεῖν οὐδαμόθεν ἰσχύοντας τὸ ἀπόῤῥητον· ὅσον δὲ αὐτοῖς ἐκ τοῦ φαγεῖν ἀγαθὸν ἐκβήσεται, παραδεικνύει χρησίμως, ἵνα τάχα πως αὐτοὺς ταῖς εἰς τὸ βούλεσθαι ζῆν ἀπεράντοις ἡδοναῖς ἑτοι-