Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.532
Not analysed yet
παράβασιν. τότε γὰρ πρῶτον ἠκούσαμεν "Γῆ εἶ καὶ εἰς "γῆν ἀπελεύσῃ." ἀλλ' ἐπείπερ ἔμελλε τὸν οὕτω δεινὸν ἀνατρέψειν τύραννον ὁ Χριστὸς, διὰ τῆς ἁγίας αὐτοῦ σαρκὸς ἐν ἡμῖν γινόμενος ὡς ζωὴ, προανετυποῦτο τοῖς πάλαι τὸ μυστήριον, καὶ ἀπεγεύοντο τῶν τοῦ προβάτου κρεῶν, ἁγιαζόμενοί τε τῷ αἵματι διεσώζοντο, παρατρέχοντος αὐτοὺς, κατὰ βούλησιν Θεοῦ, τοῦ ὀλοθρεύειν τεταγμένου, τοὺς οἵπερ ἦσαν μέτοχοι τοῦ ἀμνοῦ. τί τοιγαροῦν χαλεπαίνεις, Ἰουδαῖε, πρὸς τὴν ἐκ τῶν τύπων ἤδη καλούμενος ἀλήθειαν, ὅταν λέγῃ Χριστός Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς; καίτοι μᾶλλον ἐχρῆν εὐθαρσέστερόν πως ἐπὶ τὴν τῶν μυστηρίων ἰέναι κατάληψιν, διὰ τῶν Μωυσαϊκῶν προπαιδαγωγηθέντα βιβλίων, καὶ διὰ σχημάτων ἀρχαιοτάτων ἐπὶ τὸ χρῆναι πιστεύειν ἀνενδοιάστως χειραγωγούμενον. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Κἀν τούτῳ δὴ μάλιστα θαυμάσαι προσήκει τὸν ἅγιον Εὐαγγελιστήν "Καὶ ὁ Λόγος σὰρξ ἐγένετο," διαῤῥήδην ἀνακεκραγότα· οὐ γὰρ ὅτι γέγονεν ἐν σαρκὶ, ἀλλ' ὅτι γέγονε σὰρξ, οὐκ ἀπενάρκησεν εἰπεῖν, ἵνα δείξῃ τὴν ἕνωσιν. καὶ οὐ δήπου φαμὲν, ἢ τὸν ἐκ Πατρὸς Θεὸν Λόγον εἰς τὴν τῆς σαρκὸς μεταπεποιῆσθαι φύσιν, ἤγουν τὴν σάρκα μεταχωρῆσαι πρὸς Λόγον· μένει γὰρ ἑκάτερον, ὅπερ ἐστὶ τῇ φύσει, καὶ εἷς ἐξ ἀμφοῖν ὁ Χριστός· ἀποῤῥήτως δὲ καὶ ὑπὲρ νοῦν τὸν ἀνθρώπινον ἡνωμένος ὁ Λόγος τῇ ἰδίᾳ σαρκὶ, καὶ ὅλην ὥσπερ εἰς ἑαυτὸν μεταστήσας κατ' ἐνέργειαν τὴν ἐν τῷ δύνασθαι ζωοποιεῖν τὰ ζωῆς δεόμενα· τῆς μὲν ἡμετέρας φύσεως ἐξήλασε τὴν φθορὰν, ἐξέστησε δὲ καὶ τὸν