Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.533
Not analysed yet
πάλαι διὰ τὴν ἁμαρτίαν ἰσχύσαντα θάνατον. οὐκοῦν ὁ τρώγων τὴν ἁγίαν σάρκα Χριστοῦ, ζωὴν αἰώνιον ἔχει· ἔχει γὰρ ἡ σὰρξ ἐν ἑαυτῇ τὸν Λόγον κατὰ φύσιν ὄντα ζωήν. διὰ γὰρ τοῦτό φησιν, ὅτι ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. ἀντὶ δὲ τοῦ εἰπεῖν, ὅτιπερ αὐτὸν, τὸν ἐσθίοντα δηλονότι, τὸ ἐμὸν ἀναστήσει σῶμα, τό Ἐγὼ τέθεικεν, ὡς οὐχ ἕτερος ὢν παρὰ τὴν ἰδίαν σάρκα· καὶ οὐ πάντως τῇ φύσει, διατέμνεσθαι γὰρ ὅλως εἰς υἱῶν δυάδα μετὰ τὴν ἕνωσιν οὐκ ἀνέχεται. ἐγὼ τοιγαροῦν, φησὶν, ὁ ἐν αὐτῷ γεγονὼς, διὰ τῆς ἐμῆς δηλονότι σαρκὸς, ἀναστήσω τὸν ἐσθίοντα τῇ ἐσχάτῃ ἡμέρᾳ. ἦν γὰρ δὴ καὶ ἀμήχανον μὴ οὐχὶ πάντως νικῆσαι τὴν φθορὰν καὶ κρατῆσαι θανάτου τὸν κατὰ φύσιν ὄντα ζωήν. διὰ τοῦτο κἂν βιάζηται τὸ ἀνθρώπινον σῶμα πρὸς τὸ καταφθείρεσθαι δεῖν ὁ διὰ τῆς παραβάσεως ἐπιπηδήσας θάνατος, ἀλλ' ἐπείπερ ἐν ἡμῖν ὁ Χριστὸς διὰ τῆς ἰδίας γίνεται σαρκὸς, ἀναστησόμεθα πάντως· ἀπίθανον γὰρ, μᾶλλον δὲ καὶ ἀδύνατον, μὴ ζωοποιεῖν τὴν ζωὴν τοὺς ἐν οἷς ἂν γένοιτο. ὥσπερ γὰρ εἴ τις σπινθῆρα λαβὼν ἀχύροις ἐγκαταχώσαι πολλοῖς, ἵνα σωζόμενον ἔχοι τὸ τοῦ πυρὸς σπέρμα· οὕτω καὶ ἐν ἡμῖν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς διὰ τῆς ἰδίας σαρκὸς ἐναποκρύπτει τὴν ζωὴν, καὶ ὥσπερ τι σπέρμα τὴν ἀθανασίαν ἐντίθησιν, ὅλην τὴν ἐν ἡμῖν ἀφανίζον φθοράν. Ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις. Ἀντιδιαστέλλει πάλιν τῇ τοῦ μάννα χορηγίᾳ τὴν μυστικὴν εὐλογίαν, καὶ τοῖς ἐκ πετραίων λαγόνων νάμασι τοῦ ποτηρίου τὴν γεῦσιν. ὅπερ δὲ ἤδη καὶ δι' ἑτέρων εἴρηκε