Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.535
Not analysed yet
ποικίλως, καὶ πανταχόθεν ἡμῖν τὸ ἐκ τοῦ πράγματος καταλαμπρύνει χρήσιμον, θεμέλιον ὥσπερ τινὰ καὶ κρηπῖδα τῇ πίστει τὴν ἐπ' αὐτῷ καλλίστην ἐπιθυμίαν καταπηγνύς. ὁ γὰρ τρώγων μου φησὶ τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. ὥσπερ γὰρ εἴ τις κηρὸν ἑτέρῳ συνάψειε κηρῷ, πάντως δήπου καὶ ἕτερον ἐν ἑτέρῳ γεγονότα κατόψεται· τὸν αὐτὸν οἶμαι τρόπον καὶ ὁ τὴν σάρκα δεχόμενος τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ πίνων αὐτοῦ τὸ τίμιον αἷμα, καθά φησιν αὐτὸς, ἓν ὡς πρὸς αὐτὸν εὑρίσκεται συνανακιρνάμενος ὥσπερ καὶ ἀναμιγνύμενος αὐτῷ διὰ τῆς μεταλήψεως, ὡς ἐν Χριστῷ μὲν αὐτὸν εὑρίσκεσθαι, Χριστὸν δὲ αὖ πάλιν ἐν αὐτῷ. οὕτω πως ἡμᾶς καὶ ἐν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ, Χριστὸς ἐπαιδαγώγει λέγων "Ὁμοία "ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ "ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον." τίς μὲν οὖν ἡ γυνὴ, τίς δὲ τῶν καλουμένων σάτων ἡ τριὰς, ἢ καὶ τί τὸ σάτον ὅλως ἐστὶν, ἐν οἰκείῳ λελέξεται τόπῳ· πρὸς δέ γε τὸ παρὸν εἰς μόνην ἐροῦμεν τὴν ζύμην. ὥσπερ οὖν ὁ Παῦλός φησιν, "ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα "ζυμοῖ," οὕτως ὀλιγοστὴ πάλιν εὐλογία σύμπαν ἡμῶν εἰς ἑαυτὴν ἀναφύρει τὸ σῶμα, καὶ τῆς ἰδίας ἐνεργείας ἀναπληροῖ, οὕτω τε ἐν ἡμῖν γίνεται Χριστὸς, καὶ ἡμεῖς αὖ πάλιν ἐν αὐτῷ. καὶ γὰρ δὴ καὶ ἀληθεύων ἐρεῖ τις ὅτι καὶ ἐν παντὶ μέν ἐστιν ἡ ζύμη τοῦ φυράματος, καὶ τὸ φύραμα δὲ κατὰ τὸν ἴσον λόγον ἐν ὅλῃ γίνεται τῇ ζύμῃ· ἔχεις ὡς ἐν βραχέσι τῶν εἰρημένων τὸν νοῦν. ἀλλ' εἴπερ ἐσμὲν τῆς αἰωνίου ζωῆς ἐρασταὶ, εἰ τὸν τῆς ἀθανασίας χορηγὸν ἐν ἑαυτοῖς ἔχειν εὐχόμεθα, μὴ κατά τινας τῶν ἀμελεστέρων τὸ εὐλογεῖσθαι παραιτώμεθα, μηδὲ παγίδα καὶ βρόχον ἡμῖν ἐξαρτυέτω τὴν ἐπιζήμιον εὐλάβειαν ὁ βαθὺς εἰς πανουργίαν διάβολος. Ναὶ γὰρ γέγραπται, φησίν "Ὁ ἐσθίων ἐκ τοῦ ἄρτου καὶ