Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.534
Not analysed yet
φθάσας, τοῦτο πάλιν ἐνταῦθά φησι, πολυτρόπως τὸν αὐτὸν ἐξυφαίνων λόγον. οὐ γὰρ δὴ χρῆναι λίαν ἀποθαυμάζειν αὐτοῖς τὸ μάννα παρεγγυᾷ, προσδέχεσθαι δὲ μᾶλλον αὐτὸν, ὡς ἄρτον ἐξ οὐρανοῦ καὶ χορηγὸν τῆς αἰωνίου ζωῆς. "Οἱ "μὲν γὰρ πατέρες ὑμῶν, φησὶν, ἔφαγον τὸ μάννα ἐν τῇ "ἐρήμῳ καὶ ἀπέθανον· οὗτος δέ ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ "οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ "ἀποθάνῃ·" ἡ μὲν γὰρ τοῦ μάννα τροφὴ πρὸς ὀλίγον, φησὶ, κομιδῇ τὸν καιρὸν τὴν τοῦ σώματος χρείαν διαπαίξασα, καὶ τὸ ἐκ τῆς ἐνδείας δυσωπήσασα βλάβος, ἠσθένησε πάλιν οὐκ ἐντιθεῖσα τοῖς βεβρωκόσι τὴν αἰώνιον ζωήν. οὐκ ἦν οὖν ἄρα βρῶσις ἀληθὴς καὶ ἄρτος ἐξ οὐρανοῦ τουτέστι· τὸ δὲ ἅγιον σῶμα τοῦ Χριστοῦ, πρὸς ἀθανασίαν καὶ ζωὴν αἰώνιον ἀποτρέφον, βρῶσις ὄντως ἀληθής. ἀλλ' ἔπιον καὶ ὕδωρ ἐκ πέτρας ἐκεῖνοι. καὶ τί τὸ ἐντεῦθεν, φησὶ, ποία δὲ τοῖς πεπωκόσιν ἡ ὄνησις; τετελευτήκασι γάρ. ἦν οὖν ἄρα κἀκεῖνο πόσις οὐκ ἀληθὴς, ἀληθὴς δὲ κατ' ἀλήθειαν εὑρίσκεται πόσις τὸ τίμιον αἷμα Χριστοῦ, ὅλην ἐκ βάθρων ἀποῤῥιζοῦν τὴν φθορὰν, καὶ ἀναμοχλεῦον τὸν ἐν τῇ ἀνθρωπείᾳ σαρκὶ κατοικήσαντα θάνατον. αἷμα γάρ ἐστιν οὐχ ἑνὸς τῶν τυχόντων ἁπλῶς, ἀλλ' αὐτῆς τῆς κατὰ φύσιν ζωῆς. διὰ τοῦτο καὶ σῶμα καὶ μέλη Χριστοῦ χρηματίζομεν, ὡς διὰ τῆς εὐλογίας αὐτὸν ἐν ἑαυτοῖς δεχόμενοι τὸν Υἱόν. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Πολυτρόπως ἡμᾶς διὰ τούτων μυσταγωγεῖ, καὶ ἐπείπερ ἐστὶ δυσέφικτός πως τοῖς ἀμαθεστέροις ὁ λόγος, τὴν ἀπὸ τοῦ πιστεύειν σύνεσιν ἐφ' ἑαυτῷ μᾶλλον ἀπαιτῶν ἢ ζήτησιν, ἄνω τε καὶ κάτω τῶν αὐτῶν ἑλίττων ἐξευμαρίζει