Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.539
Not analysed yet
"αὐτός." ἀποδιδοὺς τοίνυν τῇ οἰκονομίᾳ τῇ μετὰ σαρκὸς τὸ πρέπον, ἀνατίθησι τῷ Θεῷ καὶ Πατρὶ τὰ ὑπὲρ ἀνθρώπου δύναμιν. τὸ γὰρ κτίσαι ναὸν ἐν παρθένῳ τὴν ἀνθρώπου δύναμιν ἐξάλλεται. Ἀλλ' ἐρεῖ πρὸς ταῦτα πάλιν ὁ δι' ἐναντίας Καὶ πῶς ἂν ἑτέρως τὸ τί κατὰ φύσιν ἐστὶν ἐξεκάλυψεν ὁ Υἱὸς, ἢ πῶς ἂν ἔδειξε σαφῶς ὅτι μείζων ἐστὶν ὁ Πατὴρ, εἰ μὴ διὰ τοῦ λέγειν ὅτι ζῶ διὰ τὸν Πατέρα; εἰ γὰρ χορηγός ἐστιν ὁ Πατὴρ τῷ Υἱῷ τῆς ζωῆς, τίς εἰς τοσαύτην ἀβελτερίαν ἐλάσει λοιπὸν, ὡς μὴ πάντως ἐννοεῖν ὅτι τὸ μέτοχον ζωῆς οὐ ταὐτὸν ἔσται κατὰ φύσιν τῇ ζωῇ, ἤτοι τῷ ζωοποιεῖν ἰσχύοντι; Πρὸς δὴ τὰ τοιαῦτα, καὶ ἡμεῖς τὸν τῆς ἀληθείας ἀντεξάγοντες λόγον, ἐροῦμεν εὐκαίρως "Ὁ μωρὸς μωρὰ λαλήσει, "καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει, τοῦ συντελεῖν ἄνομα "καὶ λαλεῖν πρὸς Κύριον πλάνησιν." τί γὰρ ἂν γένοιτο τῆς τοιαύτης τῶν αἱρετικῶν ἐννοίας τὸ παρανομώτερον; πῶς δὲ οὐκ ἐσχάτη πλάνησις λαλεῖται παρ' αὐτῶν κατὰ τοῦ πάντα ζωογονοῦντος Χριστοῦ, ὅτε λέγειν οὐκ ἐρυθριῶσιν οἱ παραφρονέστατοι, ζῆν αὐτὸν τῆς παρ' ἑτέρου μέτοχον ζωῆς, καθάπερ τὰ δι' αὐτοῦ γεγονότα; ἆρ' οὖν ἔσται λοιπὸν καὶ ζῷον ἡμῖν ὁ Υἱὸς, ἅτε δὴ καὶ ζωῆς ὑπάρχον μέτοχος, ἀλλ' οὐκ αὐτὸ κατὰ φύσιν ζωή; τὸ γὰρ ζῷον ἕτερον εἶναι δεῖ πάντως παρὰ τὴν οὖσαν ἐν αὐτῷ ζωήν. εἰ δὲ νομίζουσι ταὐτὸν εἶναι δύνασθαι, λεγέσθω πᾶν ζῷον ζωή· ἀλλ' οὐκ ἂν οἶμαί τις οὕτω ποιήσαι σωφρονῶν· οὐκοῦν οὐδὲ ζῷον ἡμῖν ὁ Μονογενὴς, ἀλλὰ ζωὴ κατὰ φύσιν νοηθήσεται. πῶς γὰρ ἂν καὶ ἀληθεύσαι λέγων "Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ "ζωή;" ζωὴ γάρ ἐστι τὸ ζωογονοῦν, οὐ τὸ τῆς παρ' ἑτέρου ζωῆς ἐπιδεὲς, ὥσπερ οὖν ἀμέλει καὶ σοφία νοεῖται τὸ