Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.540
Not analysed yet
σοφοῦν δυνάμενον, οὐ τὸ σοφοῦσθαι πεφυκός. οὐκοῦν καθ' ὑμᾶς διαψεύσεται μὲν ἡ ἀλήθεια, καὶ οὐκ ἀληθεύσει λέγων ὁ Χριστός Ἐγώ εἰμι ἡ ζωή. ψευδομυθήσει δὲ πάλιν καὶ ὁ λαμπρὸς τῶν ἁγίων χορὸς, τοὺς διὰ τοῦ Πνεύματος ἐρευγόμενος λόγους, καὶ ζωὴν ἀποκαλῶν τὸν Μονογενῆ. ὁ μὲν γὰρ θεῖος ἡμῖν ψαλμῳδὸς ὡς πρὸς τὸν Πατέρα λέγων εὑρίσκεται "Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς·" ὁ δὲ θαυμάσιος Εὐαγγελιστὴς Ἰωάννης ἐν οἰκείαις ἐπιστολαῖς οὕτω φησίν "Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλ"μοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, "περὶ τοῦ λόγου τῆς ζωῆς· καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωρά"καμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν "τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη "ἡμῖν." ὁρᾷς ἀληθεύοντα τὸν ψαλμῳδὸν, καὶ διὰ τῆς Ἰωάννου φωνῆς, ὅτε φησὶ πρὸς τὸν τῶν ὅλων Πατέρα Θεόν "Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς;" ἦν γὰρ καὶ ἔστι παρ' αὐτῷ πηγὴ ζωῆς ὁ Υἱός· ὅτι γάρ φησιν περὶ αὐτοῦ τὰ τοιαῦτα ὁ πνευματοφόρος, διὰ τῶν αὐτοῦ πάλιν πληροφορήσει λόγων· ἐπιστέλλει γὰρ οὕτως "Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ "ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀλη"θινὸν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ "Χριστῷ· οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ "αἰώνιος." εἶτα τίς εἰπέ μοι λοιπὸν τῆς τῶν ἑτεροφρόνων τερθρείας ἀνέξεται; ἢ τίς τῆς ἐκείνων δυσσεβείας οὐ καταβοήσει δικαίως, ζωῆς τῆς παρ' ἑτέρου μέτοχον ἀποτολμώντων εἰπεῖν τὸν Υἱὸν, καίτοι τῆς ἁγίας καὶ θεοπνεύστου γραφῆς οὐδὲν μὲν τοιοῦτον λεγούσης περὶ αὐτοῦ, διαῤῥήδην δὲ μᾶλλον βοώσης, ὅτι καὶ Θεὸς εἴη κατὰ φύσιν, καὶ ἀληθινὸς, καὶ πηγὴ ζωῆς, καὶ ζωὴ πάλιν αἰώνιος; πῶς γὰρ ἂν νοοῖτο Θεὸς ὑπάρχειν ἀληθινὸς ὁ ζωῆς τῆς παρ' ἑτέρου