Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.542
Not analysed yet
ζωογονεῖν δύνηται καὶ αὐτὸς, ἀνοήτως ἔτι ζωὴν εἶναι δώσετε, καὶ οὐχὶ μᾶλλον ζωῆς τῆς παρ' ἑτέρου μέτοχον, σχέσει δὲ μᾶλλον καὶ οὐκ οὐσιωδῶς εἰς τὸ τοῦ χορηγοῦντος ἀνακεκλημένον ἀξίωμα. καὶ ὥσπερ οὐκ ἄν τις εὐλόγως τὸν θερμανθέντα σίδηρον ἀποκαλέσειε πῦρ, κἂν τὴν τοῦ πυρὸς ἐνέργειαν ἔχῃ, διὰ τὸ ἐξ αὐτοῦ τεθερμάνθαι· ἢ καὶ πάλιν οὐκ ἄν τις νοῦν ἔχων ὀνομάσαι γραμματικὴν τὸν γραμματικὸν, διὰ τὸ καὶ ἑτέρους δύνασθαι χειραγωγεῖν εἰς τὴν ἐπιστήμην· οὕτως καὶ οὐκ ἂν οἶμαί τις τὰ εἰκότα φρονῶν, ζωὴν ὀνομάσαι τὸν Υἱὸν διὰ τὸ καὶ ἑτέρους δύνασθαι ζωογονεῖν, οὐ κατὰ φύσιν ἔχοντα κατ' ἐκείνους τὸ εἶναι ζωὴ, ἀλλ' ἐκ τῆς τοῦ Πατρὸς ἐνεργείας ἐνεσπαρμένον, ἤτοι διὰ τὸν ἐνοικοῦντα Πατέρα. τί δ' ἂν, εἰπέ μοι, καὶ διακωλύσαι λοιπὸν, ὡς ἐξ ἡμῶν ἕνα νοεῖσθαι τὸν Υἱὸν, φθαρτῆς δηλονότι φύσεως, εἰ ζῇ διὰ τὸν Πατέρα, τουτέστι, τὴν ἐκ τοῦ τεκόντος ζωὴν χορηγούμενος, ὡς νοοῦσιν αὐτοί; ἐφθάρη γὰρ ἂν κατὰ τὴν τῶν νοημάτων ἀναλογίαν, εἰ μὴ ἔσχεν ἐν ἑαυτῷ τὸν ζῶντα Πατέρα. καὶ εἰ συγχωροῦμεν ἀληθεύειν λέγοντι "Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ "Πατὴρ ἐν ἐμοὶ," ἔχει μὲν αὐτὸς ἐν ἑαυτῷ τὸν Πατέρα ζωὴν ὄντα κατὰ φύσιν· ἔστι δὲ αὐτὸς ἐν Πατρὶ, καίτοι ζωὴ κατὰ φύσιν οὐκ ὤν· καὶ σιωπῶ τὸ δύσφημον, εἰ καὶ λέγειν ἐχρῆν εἰς ἔλεγχον τῆς τῶν θεομάχων ἀσεβείας· ἁλώσεται γὰρ ἔχων ὁ Πατὴρ ἐν ἑαυτῷ τὸ ζωῆς ἔρημον, τουτέστι φθορὰν, ἤτοι φύσιν τὴν φθειρομένην. ὅτι γὰρ ἡ τοῦ πράγματος φύσις οὕτως νοεῖν ἡμᾶς ἀναγκάσῃ περὶ τοῦ Υἱοῦ, ζητητέον ἡμῖν καὶ ἐσαῦθις, καὶ διὰ ποικίλων ἰτέον θεωρημάτων, ἐπείπερ ἡμῖν σκοπὸς ταῖς προσηκούσαις ἀκριβείαις καταλεπτύναι τὸ ζητούμενον. ζωὴν εἶναι φῂς κατὰ φύσιν τὸν Θεὸν καὶ Πατέρα· καλῶς, ἔχει γὰρ οὕτως, ἀλλ' ἔστι καὶ ἐν Υἱῷ. τοῦτο γὰρ καὶ ὁ παρ' ὑμῶν δίδωσι λόγος. ἐροίμην δ'