Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.541
Not analysed yet
δεόμενος, καὶ οὐχὶ μᾶλλον ὑπάρχων αὐτὸς κατὰ φύσιν ζωή; ἢ πῶς ἂν λέγοιτο ζωῆς ἔτι πηγὴ, ταῖς παρ' ἑτέρου χορηγίαις εἰς τὸ δύνασθαι ζῆν βοηθούμενος; Ἀλλὰ ναὶ, φησὶν ὁ δι' ἐναντίας, κατὰ τοῦτο ζωὴν εἶναι δώσομεν τὸν Υἱὸν, καθὸ καὶ αὐτὸς δύναται ζωοποιεῖν, ὡς ἔχων ἐν ἑαυτῷ τὸν ζῶντα Πατέρα. Ἀλλ' οὐκ ἀρκέσει ταῦτα πρὸς ἀπολογίαν ὑμῖν, ὦ βέλτιστοι, τῆς κατὰ τοῦ Μονογενοῦς δυσφημίας· ἀπαίδευτος δὲ καὶ πανταχῆ διαπίπτων ὁ λόγος ὑμῖν κἀν τούτῳ πάλιν ἁλώσεται. τὸ γὰρ χρῆναι λέγειν ζωὴν ἀποκαλεῖσθαι τὸν Υἱὸν, ἐπείπερ οἶδε ζωογονεῖν τὰ ζωῆς δεκτικὰ, διὰ τὸ ἔχειν ἐν ἑαυτῷ τὸν Πατέρα, πῶς οὐκ ἄμετρόν τινα τὴν ἀμαθίαν ὠδίνει; οὐ γὰρ ἴστε δήπου κατὰ τὸ εἰκὸς, τί μέν ἐστι τὸ κατὰ φύσιν, τί δὲ τὸ ἐκ τοῦ κατὰ φύσιν, ὡς αὐτὸ συντιθέμενον, ὅπερ ἐστὶ τὸ κατὰ θέσιν. οἷον θερμὸν μὲν τῇ φύσει τὸ πῦρ, θερμὰ δὲ καὶ ἕτερα, τῆς ἐνεργείας μετασχόντα τῆς ἀπ' αὐτοῦ, σίδηρος τυχὸν ἢ ξύλον· ἀλλ' οὐκ ἐπείπερ ἐθερμάνθη, διὰ τοῦτο λέγοιντ' ἂν εἶναι καὶ πῦρ· ἀλλοτρίαν γὰρ καὶ οὐ φυσικὴν ἐν ἑαυτοῖς τὴν ἐνέργειαν ἔχει. ἥξει δὲ καὶ ἐφ' ἡμᾶς αὐτοὺς τῶν παραδειγμάτων ὁ λόγος· ἡ γραμματικὴ τυχὸν ἤτοι γεωμετρικὴ, λογικῆς μὲν ἐπιστήμης εἴδη πιστεύεται, ἀλλ' ὅταν τις ἴδρις γένηται γραμματικῆς ἤτοι τῆς ἑτέρας, οὐκ αὐτὸ γραμματικὴ νοηθήσεται τυχὸν, ἤτοι γεωμετρικὴ, ἀλλ' ἐκ τῆς ἐν αὐτῷ γενομένης γραμματικῆς, γραμματικὸς ὀνομάζεται, καὶ πάλιν ὁμοίως τὸ ἕτερον· οὕτω καὶ ἡ κατὰ φύσιν ζωὴ, ἕτερόν τι πάντως ἐστὶ παρὰ τὰ ἐν οἷς γίνεται, μετασκευάζουσα πρὸς ἑαυτὴν τὸ μὴ φύσει τοιοῦτον. οὐκοῦν ὅταν ἐν Υἱῷ λέγητε τὸν Πατέρα ὑπάρχειν, ὥσπερ ἐν ὕλῃ τυχὸν, ἵνα, ἐπείπερ ἐστὶ ζωὴ κατὰ φύσιν,