Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.548
Not analysed yet
περ ἄν τις ὑπομένοντας βλέποι τοὺς τῶν ὀδόντων ἐστερημένους. ἐκεῖνοι μὲν γὰρ τοῖς τρυφερωτέροις ἐπιτρέχοντες σιτίοις, ἀτιμάζουσι πολλάκις τὰ τῶν ἐδωδίμων χρηστότερα, καὶ τὸ κρεῖττον ἔσθ' ὅτε κακύνουσιν, οὐχ ὁμολογοῦντες τὴν νόσον, ὑφ' ἧς αὐτὸ παραιτεῖσθαι βιάζονται. οἱ δὲ ἀμαθίᾳ σύντροφοι, καὶ φρενὸς τῆς ἀγαθῆς ἡττώμενοι, καταφρίττουσι τὴν γνῶσιν, ἣν ἔδει καὶ σφόδρα πολλοῖς καταθηρᾶσθαι πόνοις, καὶ διὰ συντόνου μᾶλλον ἐξανύειν σπουδῆς. ἀνὴρ μὲν οὖν ὁ πνευματικὸς τοῖς τοῦ Σωτῆρος ἡμῶν ἐντρυφήσει λόγοις, ἀναβοήσει δὲ ἂν μᾶλλον καὶ δικαίως "Ὡς γλυκέα "τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ μέλι καὶ κηρίον τῷ "στόματί μου." ὁ δὲ ψυχικὸς Ἰουδαῖος μωρίαν εἶναι λογιζόμενος ἀσυνέτως τὸ πνευματικὸν μυστήριον, καὶ διὰ τῶν τοῦ Σωτῆρος ῥημάτων ἐπὶ τὴν ἀνθρώπῳ πρέπουσαν σύνεσιν ἀναβαίνειν παρακαλούμενος, ἐπὶ τὴν σύντροφον ἀεὶ καταπίπτει μωρίαν, τὸ μὲν πονηρὸν καλὸν λέγων, τὸ δὲ καλὸν πονηρὸν, κατὰ τὴν τοῦ προφήτου φωνήν. πατρώζει δὲ πάλιν, καὶ τὰς τῶν προγόνων ἀμαθίας ἀπομιμούμενος κἀν τούτοις ἁλώσεται· οἱ μὲν γὰρ τὸ μάννα παρὰ τοῦ Θεοῦ χορηγούμενοι, καὶ τῆς ἄνωθεν μετίσχοντες εὐλογίας ἐπὶ τὴν συνήθη χυδαιότητα κατεφέροντο, καὶ τὰς ἐν Αἰγύπτῳ δυσωδίας ἐζήτουν, κρόμμυα καὶ πράσα καὶ κρεῶν λέβητας ἐπιθυμοῦντες ἰδεῖν· οἱ δὲ τὴν ζωοποιὸν τοῦ Πνεύματος χάριν δέχεσθαι παρακαλούμενοι, καὶ τὸν ἄρτον τὸν ἀληθινὸν, τὸν ἐκ Θεοῦ καὶ Πατρὸς ἥκοντα τρέφεσθαι διδασκόμενοι, πρὸς τὴν ἑαυτῶν ἐκνεύουσι πλάνην, "φιλήδονοι μᾶλλον ὄντες ἢ "φιλόθεοι·" καὶ ὥσπερ οἱ τούτων πρόγονοι καὶ αὐτῆς κατηγόρουν τῆς διὰ τοῦ μάννα τροφῆς, ἀποτολμῶντες λέγειν "Ἡ δὲ ψυχὴ ἡμῶν κατάξηρος" ἐν τῷ μάννᾳ τούτῳ· οὕτω