Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.549
Not analysed yet
καὶ οὗτοι πάλιν τὸν ἄρτον ἀποπέμπονται τὸν ἀληθινὸν, οὐκ ἐρυθριῶντες λέγειν Σκληρός ἐστιν ὁ λόγος οὗτος. Δεῖ τοιγαροῦν σοφοὺς εἶναι τοὺς τῶν θείων μυστηρίων ἀκροατὰς, δεῖ δοκίμους εἶναι τραπεζίτας, ὡς εἰδέναι τὸ δόκιμον καὶ τὸ παράσημον νόμισμα, καὶ μήτε τοῖς πίστει παραδεκτοῖς ἀκαίρως ἐπάγειν τὴν ἀνεξίτητον ζήτησιν, μήτε τοῖς τῆς ζητήσεως δεομένοις ἐπασωτεύεσθαι πίστιν ἔσθ' ὅτε τὴν ἐπιζήμιον, ἀποδιδόναι δὲ τὸ ἑκάστῳ πρέπον τῶν λαλουμένων, καὶ δι' εὐθείας ὥσπερ ἰέναι τρίβου, τὸ ἐκκλίνειν ἐπ' ἄμφω παραιτουμένους. ὁδῷ γὰρ βασιλικῇ πορεύεσθαι πρέπει τὸν εἰς ὀρθότητα πίστεως τρέχοντα τῆς ἐν Χριστῷ. Τοῦτο ὑμᾶς σκανδαλίζει; ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; Ἐκ πολλῆς ἄγαν τῆς ἀμαθίας τῶν ὑπὸ τῷ Σωτῆρι Χριστῷ μαθητευομένων τινὲς ἐπὶ τοῖς παρ' αὐτοῦ λόγοις ἐσκανδαλίζοντο. ἐπειδὴ γὰρ ἐπηκροῶντο λέγοντος "Ἀμὴν "ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ "ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν "ἑαυτοῖς·" εἰς ὠμότητά τινα θηριοπρεπῆ καλεῖσθαι σφᾶς ὑπελάμβανον, ὡς σαρκοφαγεῖν μὲν ἀπανθρώπως, αἷμα δὲ ῥοφεῖν ἐπιτάττεσθαι, καὶ ὅσα καὶ μόνον ἀκοῦσαι φρικτὰ ταῦτα ποιεῖν ἀναγκάζεσθαι. οὐ γὰρ ᾔδεσάν πως τοῦ μυστηρίου τὸ κάλλος, καὶ τὴν ηὑρημένην ἐπ' αὐτῷ καλλίστην οἰκονομίαν· ἐπὶ δέ γε τούτῳ κἀκεῖνό που πάντως καθ' ἑαυτοὺς ἐλογίζοντο Πῶς ἂν ἡμῖν τὸ ἀνθρώπινον σῶμα τὴν αἰώνιον ἐμφυτεύσαι ζωήν; τί δὲ ὀνήσει πρὸς ἀθανασίαν τὸ ἡμῖν ὁμοφυές; συνεὶς τοιγαροῦν ὁ Χριστὸς τὰ ἐν αὐτοῖς βουλεύματα· "πάντα γὰρ γυμνὰ καὶ τετραχηλισμένα "τοῖς ὀφθαλμοῖς αὐτοῦ·" θεραπεύει πάλιν εἰς κατάληψιν