Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.553
Not analysed yet
μαστὸν οὐδὲν, μηδὲ γὰρ ἐπὶ τούτῳ σκανδαλισθῇς. εἰ γὰρ "ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι," πῶς οὐχὶ μᾶλλον τὸ ἴδιον αὐτοῦ σῶμα ἓν ὡς πρὸς αὐτὸν ὀνομασθήσεται; σημαίνει τοιγαροῦν διὰ τῶν προκειμένων τοιοῦτόν τι πάλιν Ἐκ τῶν ἐνόντων ὑμῖν διαλογισμῶν ὑπαισθάνομαι, φησὶν, ἀσυνετοῦντες ὅτι διαλογίζεσθε γεγονέναι μοι λόγον τὸν πρὸς ὑμᾶς, ὅτι τῇ φύσει ζωοποιόν ἐστι τὸ ἀπὸ γῆς σῶμα· ἀλλ' οὐχ οὗτός ἐστιν ἐν τοῖς ἐμοῖς ῥήμασιν ὁ σκοπός· ὅλη γὰρ ἦν πρὸς ὑμᾶς περὶ τοῦ θείου Πνεύματος ἡ ἐξήγησις καὶ περὶ τῆς αἰωνίου ζωῆς. οὐδὲ γὰρ ἡ τῆς σαρκὸς φύσις ζωοποιὸν τὸ πνεῦμα ἐργάζεται, ἀλλ' ἡ τοῦ Πνεύματος δύναμις ζωοποιὸν τὸ σῶμα ποιεῖ. τὰ ῥήματα τοίνυν ἅπερ ὑμῖν διείλεγμαι, πνεῦμά ἐστι, τουτέστι πνευματικὰ καὶ περὶ τοῦ Πνεύματος, καὶ ζωή ἐστιν, ἀντὶ τοῦ ζωοποιὰ καὶ περὶ τῆς κατὰ φύσιν ζωῆς. καὶ οὐκ ἀθετῶν τὴν ἰδίαν σάρκα τὰ τοιαῦτά φησιν, ἀλλ' ὅπερ ἐστὶν ἀληθὲς, τοῦτο διδάσκων ἡμᾶς· ὅπερ γὰρ εἰρήκαμεν ἀρτίως, τοῦτο πάλιν ἐροῦμεν ἀναλαβόντες διὰ τὸ χρήσιμον· ἡ τῆς σαρκὸς φύσις, αὐτὴ καθ' ἑαυτὴν οὐκ ἂν δύναιτο ζωογονεῖν· ἐπεὶ τί τὸ πλέον ἐν τῷ κατὰ φύσιν Θεῷ; ἀλλ' οὐ μόνη καὶ καθ' ἑαυτὴν καὶ ἐν Χριστῷ νοηθήσεται· ἔχει γὰρ ἑνωθέντα τὸν Λόγον, ὅς ἐστι κατὰ φύσιν ζωή. ὅταν οὖν ζωοποιὸν αὐτὴν ὀνομάζῃ Χριστὸς, οὐκ αὐτῇ τοσοῦτον, ὅσον ἑαυτῷ, ἤτοι τῷ ἰδίῳ Πνεύματι τὸ ζωογονεῖν δύνασθαι μαρτυρεῖ. δι' αὐτὸν γὰρ καὶ τὸ ἴδιον αὐτοῦ σῶμα ζωοποιόν ἐστιν, ἐπείπερ αὐτὸ πρὸς τὴν ἰδίαν ἀνεστοιχείωσε δύναμιν· τὸ δὲ ὅπως, οὔτε νῷ καταληπτὸν, οὔτε γλώττῃ λεκτὸν, σιωπῇ δὲ καὶ πίστει τῇ ὑπὲρ νοῦν τιμώμενον. Ὅτι δὲ πολλάκις τῷ τοῦ Πνεύματος ὀνόματι παρὰ ταῖς