Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.552
Not analysed yet
ἐνέργειαν ὠδίνουσα. σῶμα γάρ ἐστι τῆς κατὰ φύσιν ζωῆς, καὶ οὐχ ἑνός τινος τῶν ἀπὸ τῆς γῆς, ἐφ' οὗπερ ἂν καὶ ἰσχύσαι δικαίως τό Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. οὐ γὰρ ἡ Παύλου τυχὸν, ἀλλ' οὐδὲ ἡ Πέτρου, ἤγουν ἑτέρου τινὸς τοῦτο ἐν ἡμῖν ἐργάσεται· μόνη δὲ καὶ ἐξαιρέτως ἡ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ἐν ᾧ κατῴκησε "πᾶν τὸ πλήρωμα "τῆς θεότητος σωματικῶς." καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων τὸ μὲν μέλι τοῖς οὐκ ἔχουσι κατὰ φύσιν τὸ γλυκὺ τὴν ἰδίαν ἐντιθέναι ποιότητα, καὶ εἰς ἑαυτὸ μετασκευάζειν δύνασθαι τὸ, ᾧπερ ἂν ἀναμίσγηται, τὴν δὲ τοῦ Θεοῦ Λόγου ζωοποιὸν φύσιν μὴ ἀνακομίζειν οἴεσθαι πρὸς τὸ ἴδιον ἀγαθὸν, τὸ ἐν ᾧπερ ἐνῴκησε σῶμα. οὐκοῦν ἐπὶ μὲν τῶν ἄλλων ἁπάντων ἀληθὴς ἔσται λόγος, ὅτι ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· ἀτονήσει δὲ ἐπὶ μόνου Χριστοῦ, διὰ τὸ ἐν αὐτῇ κατοικῆσαι τὴν ζωὴν, τουτέστι τὸν Μονογενῆ. πνεῦμα δέ φησιν ἑαυτόν· "Πνεῦμα γὰρ ὁ Θεός·" καὶ κατὰ τὸν μακάριον Παῦλον "Ὁ γὰρ Κύριος τὸ πνεῦμά ἐστιν." καὶ οὐκ ἀναιροῦντες τὸ ἰδίως ὑφεστάναι τὸ Πνεῦμα τὸ Ἅγιον τὰ τοιαῦτά φαμεν, ἀλλ' ὥσπερ υἱὸν ἀνθρώπου φησὶν ἑαυτὸν, ἐπειδὴ γέγονεν ἄνθρωπος, οὕτω πάλιν ἀπὸ τοῦ ἰδίου πνεύματος ἑαυτὸν ὀνομάζει. οὐ γὰρ ἀλλότριον αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ. Τὰ ῥήματα ἃ λελάληκα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστιν. Ὅλον ἤδη τῇ ζωοποιῷ τοῦ Πνεύματος ἐνεργείᾳ τὸ ἴδιον σῶμα πληροῖ. πνεῦμα γὰρ λοιπὸν τὴν σάρκα καλεῖ, καὶ οὐκ ἀνατρέπων τὸ εἶναι σάρκα αὐτήν· διὰ δὲ τὸ ἄκρως ἡνῶσθαί τε αὐτῷ, καὶ ὅλην αὐτοῦ τὴν ζωογόνον ἐνδύσασθαι δύναμιν, ὀφείλουσαν ἤδη καλεῖσθαι καὶ πνεῦμα. καὶ θαυ-