Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.555
Not analysed yet
"καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν "ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς αὐτῶν, καὶ τῇ "καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς." αὐτήκοοι γὰρ τῶν τοῦ Σωτῆρος γιγνόμενοι διδαγμάτων, καὶ οὐ παρ' ἑτέρου τινὸς τῶν ἁγίων μανθάνοντες, διὰ φωνῆς δὲ μᾶλλον τοῦ πάντων Δεσπότου μυσταγωγούμενοι, ἀλλὰ γὰρ καὶ τοῖς τοῦ σώματος ὁρῶντες αὐτὸν ὀφθαλμοῖς, ταῖς σφῶν αὐτῶν ἀνοίαις ἐξεπαχύνοντο, καὶ τὸν τῆς διανοίας καταμύσαντες ὀφθαλμὸν, τὸν τῆς δικαιοσύνης ἥλιον ἀπετρέποντο, τὸν τῆς εὐαγγελικῆς παιδεύσεως φωτισμὸν οὐ παραδεχόμενοι· πονηροὶ γὰρ ἦσαν καὶ πολλοῖς ἤδη τοῖς παρῳχηκόσιν ἔνοχοι πταίσμασι. διὰ τοῦτο καὶ "πώρωσιν ἀπὸ "μέρους γεγενῆσθαι τῷ Ἰσραὴλ" ὁ σοφὸς ἡμῖν διεμαρτύρατο Παῦλος. ἐπεὶ δὲ καὶ οὐ τῆς τυχούσης φρονήσεως ἔργον ἦν τὸν ἐν ἀνθρωπείᾳ μορφῇ κρυπτόμενον ἐπιγνῶναι Θεὸν, μὴ δύνασθαί φησι πρὸς αὐτὸν ἰέναι τὸν οὔπω λαβόντα, σύνεσιν δὲ δηλονότι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ μάλα εἰκότως. εἰ γὰρ "πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα "τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ τοῦ πατρὸς τῶν φώ"των·" πῶς ἂν οὐχὶ μᾶλλον καὶ τὸ ἐπιγνῶναι Χριστὸν, δῶρον ἂν γένοιτο τῆς τοῦ Πατρὸς δεξιᾶς; καὶ ἡ τῆς ἀληθείας κατάληψις, πῶς οὐκ ἂν νοοῖτο πάσης ἐπέκεινα χάριτος; ὅσῳ γὰρ ἂν φαίνοιτο τῶν ἀνωτάτω πρόξενος ἀγαθῶν, τοσούτῳ μᾶλλον ἂν πρέποι τῆς θείας αὐτὴν ἠρτῆσθαι φιλοτιμίας. δίδωσι γεμὴν οὐ τοῖς ἀκαθάρτοις ὁ Πατὴρ τὸ ἐπιγνῶναι Χριστὸν, οὐδὲ τοῖς εἰς ἐκτόπους ἀπειθείας ἀποφοιτᾶν μελετήσασι τὴν ἐπωφελεστάτην τοῦ Πνεύματος ἐνίησι χάριν· οὐ γὰρ ἔδει βορβόρῳ τὸ τίμιον ἐπιχεῖσθαι μύρον. καὶ γοῦν ὁ μακάριος προφήτης Ἱερεμίας, προαποκαθαίρεσθαι δεῖν ταῖς