Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.556
Not analysed yet
εἰς πᾶν ἔργον ἀγαθὸν ἐπιθυμίαις, τοὺς ἐγγίζειν ἐθέλοντας τῷ Χριστῷ διὰ τῆς πίστεως ἐπιτάττει βοῶν "Ζητήσατε τὸν "Θεὸν, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε· ἡνίκα δ' "ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ καὶ "ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ καὶ ἐπιστραφήτω ἐπὶ "Κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρ"τίας ὑμῶν." ὁρᾷς ὅπως προεξανίστασθαι χρῆναί φησι τῆς ἀρχαίας ὁδοῦ, καὶ τῶν παρανόμων ἀπανίστασθαι βουλευμάτων, ἵνα τὴν τῶν ἁμαρτιῶν ἄφεσιν κομισώμεθα, διὰ πίστεως δὲ δηλονότι τῆς ἐν Χριστῷ. δεδικαιώμεθα γὰρ οὐκ "ἐξ ἔργων νόμου," ἀλλὰ κατὰ χάριν τὴν ἐξ αὐτοῦ, καὶ τὴν δωρηθεῖσαν ἡμῖν ἄνωθεν ἀμνησικακίαν. Ἀλλ' ἐρεῖ τις τυχόν Τοιγαροῦν τί τὸ κωλῦσαν αὐτὸν ἀμνησικακῆσαι καὶ Ἰουδαίοις, καὶ τῷ Ἰσραὴλ σὺν ἡμῖν τὴν ἄφεσιν ἐπιδαψιλεύσασθαι; ἦν γὰρ δὴ καὶ οὕτως πρέπον τῷ τελείως ἀγαθῷ. πῶς δὲ καὶ ἀληθεύσει, φησὶν, ὅταν λέγῃ πρὸς ἡμᾶς "Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς "εἰς μετάνοιαν;" Τί οὖν πρὸς ταῦτα; μόνοις τοῖς ἐξ Ἰσραὴλ καὶ πρώτοις ἡ διὰ τοῦ Σωτῆρος προσεπινοεῖται χάρις· ἀπεστάλη γὰρ, ὡς αὐτὸς διεβεβαιώσατο, πρὸς μόνα τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. καὶ γοῦν τοῖς ἐθέλουσι πιστεύειν ἐξῆν καὶ εἰς τὴν ζωὴν ἀνατρέχειν τὴν αἰώνιον. ἀλλ' οἱ μὲν εὐγενεστέρῳ συζῶντες τρόπῳ, καὶ τῆς ἀληθείας ὄντες ἐρευνηταὶ, τὴν τοῦ Θεοῦ καὶ Πατρὸς χάριν συνεργὸν λαβόντες εἰς σωτηρίαν διὰ πίστεως ἀνεσώζοντο· ὁ δὲ ἀλαζὼν Φαρισαῖος καὶ οἱ σκληροκάρδιοι μετ' ἐκείνων ἀρχιερεῖς καὶ πρεσβύτεροι τοῦ λαοῦ, πιστεύειν οὐκ ἤθελον, καίτοι προπεπαιδευμένοι διὰ Μωυσέως καὶ τῶν προφητῶν. ἐπειδὴ δὲ διὰ τὴν ἑαυτῶν δυσβουλίαν ἀνάξιοι λοιπὸν τῆς αἰωνίου ζωῆς ἀνεδείκνυντο, τὸν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς οὐκ ἐκομίσαντο φωτισμόν.