Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.566
Not analysed yet
τάξαι, καὶ μὴ ἐν δυσὶν, ἢ τρισὶν, ἐν δὲ τῇ νουμηνίᾳ, καὶ οὐ μηνὸς ἁπλῶς τοῦ τυχόντος, ἀλλὰ τοῦ πρώτου; πολλὴν γὰρ ὄντως ἡμῖν τὰ τοιαῦτα καὶ μάλα εἰκότως ἐμποιήσαι τὴν ζήτησιν, ἐπειδὴ τῶν εἰρημένων ταῖς θείαις γραφαῖς τῶν εἰκαίων οὐδέν. οὐκοῦν· ἑψόμεθα γὰρ τοῖς ἑαυτῶν περὶ τούτων λόγοις· ἡ ἀνισταμένη σκηνὴ τὸ ἅγιον σῶμα σημαίνει Χριστοῦ καὶ, ἵνα οὕτως εἴπω, τὴν σύμπηξιν τοῦ τιμίου σκήνους αὐτοῦ, ἐν ᾧ ηὐδόκησε κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· ἀνίστασθαι γεμὴν αὐτὴν ἐν ἡμέρᾳ κελεύει μιᾷ, καὶ τοῦτο δὴ μάλιστα σοφῶς τε καὶ οἰκονομικῶς, ἵνα διὰ τῆς μιᾶς ἡμέρας τὸν αἰῶνα νοῇς τὸν ἐνεστηκότα, καθ' ὃν καὶ μόνον γέγονεν ἄνθρωπος. νουμηνίαν γεμὴν οὐδὲν ἕτερον ἡμᾶς ἀκόλουθον ἐννοεῖν, ἢ τὴν ἀνακαινίζουσαν ἡμᾶς τοῦ Σωτῆρος ἐπιδημίαν, καθ' ἣν "τὰ μὲν "ἀρχαῖα παρῆλθε, γέγονε δὲ τὰ πάντα καινά." νέος γὰρ ἡμῖν ἀνεδείχθη καιρὸς ἐν Χριστῷ, τὴν μὲν παλαιότητα τῆς νομικῆς λατρείας ἐξωθούμενος, εἰς νέαν δὲ καὶ καινὴν ἀναῤῥυθμίζων ζωὴν διὰ τῶν εὐαγγελικῶν παιδευμάτων, ἀλλὰ καὶ τοὺς πεπαλαιωμένους ἐξ ἁμαρτίας καὶ ἀφανισμοῦ γεγονότας ἐγγὺς ἀνακαινίζων εἰς δικαιοσύνης ἀρχὴν, καὶ τὴν μὲν παλαιότητα καταλύων τῆς ἐπεισάκτου φθορᾶς, τῇ δὲ τῆς ἀφθαρσίας καινότητι καταφαιδρύνων τοὺς διὰ πίστεως εἰς ζωὴν ἀναδραμόντας τὴν αἰώνιον· "εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ "κτίσις," κατὰ τὸ γεγραμμένον. Μηνὶ δὲ τῷ πρώτῳ, τὴν θείαν ἐγείρεσθαι διατάττει σκηνὴν, ὅτε τῆς τροπῆς τῆς ἐαρινῆς ἀναλάμπει τὸ κάλλος, ἀπονιψάμενον ὥσπερ τοῦ χειμῶνος τὴν κατήφειαν, ὑποθάλπεται δὲ μαλακῶς λαμπροτέροις ἤδη καὶ καθαρωτέροις ἡ γῆ