Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.565
Not analysed yet
ἐκεῖνο τὸ εἰρημένον παρὰ Χριστοῦ "Ὁ ἐμοὶ διακονῶν "ἀκολουθείτω μοι· καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος "ὁ ἐμὸς ἔσται." τὸ γὰρ πεπηγὸς περὶ τὴν ἀκολούθησιν, καὶ τὸ τῆς προσεδρείας ἐκτενὲς, διὰ τοῦ συμβαδίζειν ἀπερισπάστως αὐτῷ σημαίνεται· τὸ δὲ συμβαδίζειν τῷ Σωτῆρι Χριστῷ, καὶ ἀκολουθεῖν, οὐχὶ πάντως κατὰ σῶμα νοεῖται, πληροῦται δὲ μᾶλλον διὰ τῆς ἐν ἔργοις ἀρετῆς, ἐφ' ᾗ τὸν οἰκεῖον καταπήξαντες νοῦν οἱ σοφώτατοι μαθηταὶ, καὶ τὸ ἀπελθεῖν ὀπίσω μετὰ τῶν ἀπειθούντων ὡς ὀλέθριον παραιτούμενοι, τό Ποῦ ἔχομεν ἀπελθεῖν ἀναβοῶσιν εἰκότως· ἀντὶ τοῦ Σοὶ πάντοτε συνεσόμεθα, καὶ τῶν σῶν ἀνθεξόμεθα προσταγμάτων, καὶ τοὺς σοὺς παραδεξόμεθα λόγους, οὐ κατά τι γοῦν ἐπαιτιώμενοι, καὶ μετὰ τῶν ἀπαιδεύτων σκληρὸν εἶναι νομίζοντες, ὅπερ ἂν λέγῃς μυσταγωγῶν, ἀλλ' ἐκεῖνο μᾶλλον "Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, "ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου." Τῶν μὲν οὖν προκειμένων τοιοῦτος ὁ νοῦς· ὅτι δὲ ἡ σκηνὴ τοῖς ἀρχαιοτέροις εἰς τύπον ἦν τοῦ Χριστοῦ, γνωσόμεθα πάλιν, τοῖς περὶ αὐτῆς εἰρημένοις πρὸς τὸν ἅγιον Μωυσέα λεπτὴν ἐπιστήσαντες τὴν διάνοιαν. παρεκβατικὸς μὲν οὖν δόξειεν ἂν εἶναί τῳ τυχὸν ὁ περὶ τούτων λόγος, ἀλλ' ὀνήσειεν οὐ μικρῶς· δεῖ γὰρ οἶμαι περὶ τούτων προθύμως δὴ μάλα στενολεσχεῖν τὰς τῶν οὐκ εὐλόγως ἐπαιτιωμένων φιλοψογίας παραιτουμένους. ἔχει τοιγαροῦν τὸ θεῖον λόγιον οὕτως· ἐκθησόμεθα γὰρ οὕτως ἀνὰ μέρος τὴν ἐκ τοῦ γράμματος σκιὰν ὡς ἔνι καταλεπτύνοντες. "Καὶ ἐλάλησε," φησὶ, "Κύριος πρὸς Μωυσῆν λέγων Ἐν ἡμέρᾳ μιᾷ τοῦ "μηνὸς τοῦ πρώτου νουμηνίᾳ στήσεις τὴν σκηνήν." τί τὸ πεπεικὸς τὸν ἁπάντων Κύριον, ἐρεῖ τις εὐλόγως τῶν φιλομαθεστέρων, ἐν μιᾷ μὲν ἵστασθαι τὴν σκηνὴν ἡμέρᾳ προς-