Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.568
Not analysed yet
εἰκότως τὸ δι' ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον, ὡς ἐκ προσώπου Χριστοῦ "Αὐτὸς ὁ λαλῶν, πάρειμι ὡς ὥρα ἐπὶ "τῶν ὀρέων." τί γὰρ ἐν τοῖς ὄρεσιν ἡ ὥρα, τουτέστιν, ὁ ἐαρινὸς ἐργάζεται καιρὸς, προλαβόντες ἤδη σαφῶς εἰρήκαμεν. Οὐκοῦν ἐν μιᾷ μὲν ἵστασθαι τὴν σκηνὴν ἡμέρᾳ προστάττει χρησίμως, τύπον ἐπέχουσαν τοῦ Χριστοῦ, ἵνα νοῇς ἐπ' αὐτῷ, τὸ ἅπαξ ἀποθανεῖν ἐν ἑνὶ τούτῳ τῷ παρόντι καιρῷ· γεννηθήσεται γὰρ εἰσαῦθις οὐδαμῶς, ἀλλ' οὐδὲ τεθνήξεται, γεγεννημένος ἅπαξ καὶ ἀποθανὼν καὶ διαναστὰς ἐκ νεκρῶν· ἀκολουθεῖν γὰρ ἀνάγκη τῷ θανάτῳ τὴν ἀνάστασιν, σύμπηξίν τινα τοῦ ἁγίου σκήνους ὑπάρχουσαν. ἐν νουμηνίᾳ δὲ, ὅτι νέος ἡμῖν αἰὼν ἐν Χριστῷ· καινὴ γὰρ κτίσις τὰ ἐν αὐτῷ. καὶ ὁ μὴν δὲ ὁ πρῶτος παραλαμβάνεται, τὴν ἐκ θανάτου καὶ φθορᾶς εἰς ζωὴν καὶ ἀφθαρσίαν ἐπανανέωσιν τῆς ἀνθρωπείας φύσεως ὑποδηλῶν, καὶ τὴν ἐκ τῆς ἀκαρπίας εἰς εὐκαρπίαν ἤδη μετάστασιν, καὶ τῆς τοῦ διαβόλου τυραννίδος τὴν παραδρομὴν, καταλήξαντος ἤδη χειμῶνος δίκην καὶ συνεσταλμένου. εἶτα πάλιν ἑτέρως ἡμῖν ὡς ἐν τύπῳ καὶ σχήματι τὸν Ἐμμανουὴλ ἐπιδεικνύει λέγων "Καὶ θήσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου, καὶ σκεπάσεις τὴν "κιβωτὸν τῷ καταπετάσματι." ἐν μὲν γὰρ τοῖς προλαβοῦσιν ὁ Λόγος ἡμῖν ὡς ἐν ὁλοκλήρῳ κατεγράφετο τῇ σκηνῇ· ἦν γὰρ οἶκος Θεοῦ τοῦ ἐνοικήσαντος ἐν αὐτῷ, δηλονότι τὸ ἅγιον σῶμα Χριστοῦ· ἀλλ' οὐδὲν ἧττον ἡμῖν καὶ διὰ τῆς κιβωτοῦ κατὰ μέρος ὁ αὐτὸς σημαίνεται. κατεσκεύαστο μὲν γὰρ ἐκ ξύλων ἀσήπτων, ἵνα τὸ σῶμα νοῇς τὸ ἀδιάφθορον αὐτοῦ· κατακεχρύσωτο δὲ ὅλη χρυσίῳ καθαρῷ, καθὰ γέγραπται, ἔσωθέν τε καὶ ἔξωθεν. πάντα γὰρ τίμια καὶ βασιλικὰ τὰ ἐν αὐτῷ, καὶ τὸ θεῖον καὶ τὸ ἀνθρώπινον,