Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.569
Not analysed yet
καὶ ἐν πᾶσιν αὐτὸς πρωτεύει, κατὰ τὸν Παῦλον· εἰς τιμῆς δὲ τύπον καὶ ὑπεροχῆς τῆς κατὰ πάντων τὸ χρυσίον λαμβάνεται. κατεσκευασμένη τοιγαροῦν ἡ κιβωτὸς ἐκ ξύλων ἀσήπτων καὶ κεχρυσωμένη, καὶ τὸν θεῖον εἶχεν ἐναποτεθέντα νόμον, εἰς τύπον τοῦ ἐνοικήσαντος καὶ ἑνωθέντος τῇ ἁγίᾳ σαρκὶ Θεοῦ Λόγου· ῥῆμα γὰρ Θεοῦ καὶ ὁ νόμος ἦν, εἰ καὶ μὴ ἐνυπόστατον, ὥσπερ οὖν ἐστιν ὁ Υἱός. καλύπτεται δὲ τῷ καταπετάσματι. καὶ γὰρ ἦν πως καὶ ἀσυμφανὴς τοῖς πολλοῖς ἐνανθρωπήσας ὁ Θεὸς Λόγος, καὶ περιβολὴν ἔχων τὸ ἴδιον σῶμα, καὶ ὥσπερ ἐν καταπετάσματι διαλανθάνων τῇ ἰδίᾳ σαρκὶ, ὡς ἐντεῦθεν οὐδὲ ἐγνωκότας τινὰς αὐτοῦ τὸ θεοπρεπὲς ἀξίωμα, ποτὲ μὲν καταλιθοῦν ἐπιχειρεῖν, ἔγκλημα ποιουμένους, ὅτι περ ἄνθρωπος ὢν, ἑαυτὸν εἶναι λέγοι Θεόν· ποτὲ δὲ πάλιν, οὐδὲν ὅλως ὑπερυθριῶντας εἰπεῖν "Οὐχ "οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσὴφ, οὗ ἡμεῖς οἴδαμεν τὸν "πατέρα καὶ τὴν μητέρα; πῶς νῦν λέγει ὅτι ἐξ οὐρανοῦ "καταβέβηκα;" οὐκοῦν τὸ ἐπεῤῥίφθαι τῇ κιβωτῷ τὸ καταπέτασμα, τὸ ἀγνοηθήσεσθαι παρὰ τοῖς πολλοῖς ὑποσημαίνει τὸν Ἰησοῦν. ἦν οὖν ἄρα καὶ ἡ κιβωτὸς εἰς τύπον αὐτοῦ. διὰ γάρ τοι τοῦτο καὶ προεβάδιζε τῶν ἐξ Ἰσραὴλ κατὰ τὴν ἔρημον τὴν τοῦ Θεοῦ τάξιν ἀποπληροῦσα τότε· αὐτὸς γὰρ ἦν ὁ τοῦ λαοῦ καθηγούμενος. καὶ μάρτυς ὁ ψαλμῳδὸς λέγων "Ὁ Θεὸς ἐν τῷ προπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ "σου, ἐν τῷ διαβαίνειν σε τὴν ἔρημον, γῆ ἐσείσθη, καὶ γὰρ "οἱ οὐρανοὶ ἔσταξαν." προελαυνούσης γὰρ καὶ προβαδιζούσης ἀεὶ τῆς κιβωτοῦ, Θεὸς διαῤῥήδην προπορεύεσθαι λέγεται. σαφεστέραν δ' ἂν ἔχοις τὴν ἐπὶ τούτῳ πάλιν ἀπόδειξιν, ἐκεῖνο διενθυμούμενος. ἐκέλευέ ποτε τοῖς ἐξ Ἰσραὴλ διὰ Μωυσέως ὁ Θεὸς, ἀναβαίνειν μὲν τεθαρσηκότως ἐπὶ τὸ ὄρος τὸ Σηεὶρ, ἐκπολιορκεῖν δὲ τὸν Ἀμοῤῥαῖον· ἀλλ'