Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.574
Not analysed yet
σθαι προσελθεῖν τῷ Θεῷ καὶ Πατρὶ ἡμᾶς, εἰ μὴ διὰ τῆς τοῦ Χριστοῦ θυσίας, κατὰ τὸ εἰρημένον παρ' αὐτοῦ "Ἐγώ εἰμι "ἡ θύρα," καί "Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' "ἐμοῦ." ἐν κύκλῳ γεμὴν περιτείνεσθαι τὴν σκηνὴν διατάττει τῶν ἐν αὐτῇ πάντων περιεκτικὴν, ὡς μίαν ὁρᾶσθαι, καὶ μὴ πολλάς. εἷς γὰρ ἐν ἡμῖν ὁ Χριστὸς, κἂν πολυτρόπως νοῆται, σκηνὴ μὲν διὰ τὸ καταπέτασμα τῆς σαρκὸς, κιβωτὸς δὲ τὸν θεῖον ἔχουσα νόμον, ὡς Λόγος τοῦ Θεοῦ καὶ Πατρός· τράπεζα δὲ πάλιν, ὡς τροφὴ καὶ ζωή· λυχνία δὲ, ὡς φῶς νοητὸν καὶ πνευματικόν· καὶ θυσιαστήριον θυμιάματος, ὡς εὐωδίας ὀσμὴ τῆς ἐν ἁγιασμῷ· καὶ θυσιαστήριον καρπωμάτων, ὡς σφάγιον ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. ἁγιάζεται δὲ πάντα τὰ ἐν αὐτῇ· ἅγιος γὰρ ὅλος, καὶ ὅπως ἂν νοῆται Χριστός. Καθηγουμένης τοιγαροῦν τῆς ἁγίας σκηνῆς, συναπαίρειν τε αὐτῇ καὶ συγκαταλύειν οἱ ἐξ Ἰσραὴλ ἐπετάττοντο, παιδεύοντος πάλιν ἡμᾶς τοῦ Θεοῦ καὶ διδάσκοντος χρησίμως, ἡγεμόνα ποιεῖσθαι καὶ καθηγητὴν τῆς εἰς σωτηρίαν ὁδοῦ, τὸν δι' ἡμᾶς σαρκωθέντα Θεὸν Λόγον, καὶ τοῖς αὐτοῦ διατάγμασιν ἀμελλητὶ συννεύοντας, εἰς ζωὴν ἀναβαίνειν τὴν αἰώνιον· ὃ καὶ δρᾶν οὐ θελήσαντες οἱ διὰ πολλῶν μυσταγωγηθέντες λόγων, "ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ' "αὐτοῦ περιεπάτουν." σοφώτατα γεμὴν ὁ μακάριος Πέτρος τό Ποῦ ἔχομεν ἀπελθεῖν πρὸς τὸν Σωτῆρά φησι· τὸ γὰρ κατὰ μηδένα τρόπον ἀποφοιτᾶν τοῦ Θεοῦ, συνεῖναι δὲ μᾶλλον ἐπείγεσθαι πνευματικῶς, ἁγίοις ὄντως πρεπωδέστατον. Καὶ ἡμεῖς πεπιστεύκαμεν, καὶ ἐγνώκαμεν σὺ εἶ ὁ Χριστὸς ὁ ἅγιος τοῦ Θεοῦ. Θαυμαστὴ τῶν ἁγίων ἀποστόλων ἡ πίστις, θερμὸς τῆς