Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.575
Not analysed yet
ὁμολογίας ὁ τρόπος, ἀξιεραστοτάτη καὶ ὑπερφερὴς ἡ σύνεσις. οὐ γὰρ δὴ κατά τινας τῶν ἀμαθεστέρων, ἢ καὶ κατ' ἐκείνους τοὺς οἵπερ ἀπηνῆ τὸν τοῦ Σωτῆρος ἀπεκάλουν λόγον, ὀπίσω δικαίως ἀπῴχοντο καὶ πεπτώκασιν, οὔτε μὴν ἐξ ἐλαφρίας εὐσυναρπάστως ἐπὶ τὸ πιστεύειν ἐκλήθησαν, πληροφορηθέντες δὲ πρότερον, καὶ διακείμενοι κατὰ τὸ ἀληθὲς, ὅτι ῥημάτων μὲν ζωοποιῶν ἀνάμεστος ἦν ὁ μυσταγωγῶν, οὐρανίων δὲ παιδευμάτων εἰσηγητής. ἀσφαλὴς δὲ λίαν ἡ τοιαύτη πίστις· ἡ δὲ οὐχ οὕτως ἔχουσα, ῥᾳδίως ἂν εἰκότως καὶ ἀποπτύοιτο, καὶ ῥίζαν οὐκ ἔχουσα τὴν πληροφορίαν, ἑτοιμότατα τῆς ἀνθρώπου διανοίας ἐκτρίβεται. καὶ γοῦν αὐτὸς ἐν παραβολαῖς ὁ Σωτὴρ, ὅτε τοὺς περὶ τοῦ σπείροντος ἐποιεῖτο λόγους, ὃ δὲ ἔπεσεν ἐπὶ τὴν πέτραν, φησὶ, καὶ μὴ ἔχον ῥίζαν ἐξηράνθη, πέτραν εἶναι λέγων αἰνιγματωδῶς, νοῦν τὸν ἀπεσκληκότα καὶ τὸν ἅπαξ ἐγκαταβληθέντα λόγον οὐδαμόθεν ἔχοντα παραδέξασθαι. τοῦτο γὰρ δὴ καὶ πεπονθότες ἐκ πολλῆς ἄγαν τῆς ἀμαθίας οἱ τάλανες Ἰουδαῖοι "Διαῤῥήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ "τὰ ἱμάτια ὑμῶν," διὰ τῆς τοῦ προφήτου φωνῆς ἐδιδάσκοντο. ὅνπερ γὰρ τρόπον πρὸ τῆς τῶν σπερμάτων καταβολῆς, ἀρότρῳ χρῆναι προανατέμνεσθαι τὴν γῆν ὁ τῆς γηπονίας συμβουλεύει νόμος· οὕτως οἶμαι δεῖν τοὺς πρὸς ἀνάληψιν θείων ἰόντας λόγων προαναπτύσσειν τρόπον τινὰ ταῖς εἰς αὐτοὺς ἐπιθυμίαις τὴν καρδίαν· παραδεχθέντες γὰρ οὕτω, γῆν ὥσπερ τινὰ καρποφόρον ἀποτελοῦσι ψυχὴν τὴν ὠδίνουσαν. οὐκοῦν ἐν πληροφορίᾳ πίστεως ἐγνωκέναι φασὶν οἱ σοφώτατοι μαθηταὶ, καὶ πρός γε τούτῳ θαρσεῖν, ὡς αὐτὸς εἴη Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. σοφῶς δὲ λίαν, καὶ τὸν ἐπὶ τούτῳ πάλιν ἐξυφασμένον εὑρήσεις λόγον· καὶ πιστεύειν γὰρ καὶ ἐγνωκέναι φασὶ, συνενεγκόντες ἄμφω