Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.577
Not analysed yet
χρίεσθαι τῇ τῆς ἀνθρωπότητος περιθήσομεν χρείᾳ, Χριστὸς ἂν νοοῖτο καθ' ὁμοίωσιν τὴν ὡς πρὸς ἡμᾶς, καὶ οὐχ οὕτως ὥσπερ ἐστὶ καὶ Υἱὸς, πλὴν εἷς καὶ μόνος φυσικῶς τε καὶ ἐξαιρέτως, καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκὸς, καὶ οὐ δύο, καθάπερ οἴονταί τινες, οὐ νοοῦντες, ὡς ἔοικε, τοῦ μυστηρίου τὸ βάθος. οὐ γὰρ εἰς ἄνθρωπον ὁ ἐκ Θεοῦ Πατρὸς καταπεφοίτηκε Λόγος, ὥσπερ ἐφ' ἕνα τυχὸν τῶν ἁγίων προφητῶν ἡ διὰ Πνεύματος χάρις, ἀλλ' αὐτὸς κατ' ἀλήθειαν ἐγένετο σὰρξ, κατὰ τὸ γεγραμμένον, ἄνθρωπος δηλαδή. ἀδιαίρετος τοιγαροῦν μετὰ τὴν ἕνωσιν, καὶ οὐκ εἰς δύο πρόσωπα κατασχίζεται, κἂν ἕτερόν τι νοῶμεν τὸν ἐκ Θεοῦ Λόγον, καὶ τὴν ἐν ᾗ κατῴκηκε σάρκα· ὅλου δὲ τοῦ χοροῦ τῶν ἁγίων ἀποστόλων τὴν ἐπὶ τούτοις ἡμῖν διαβεβαιοῦντος πίστιν, δι' ὧν ἐγνωκέναι φασὶ μοναδικῶς, ὡς αὐτός ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, τοὺς ἕτερόν τι πρὸς τούτοις ἐπικαινοτομεῖν ἐξ ἀνοίας οὐ παραιτουμένους, εἰ φρονοίημεν ὀρθῶς, οὐ παραδεξόμεθα. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν; ἔλεγε δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτην· οὗτος γὰρ ἔμελλεν αὐτὸν παραδιδόναι, εἷς ὢν ἐκ τῶν δώδεκα. Ἐπιτείνει τὸν ἔλεγχον, καὶ δριμυτέροις αὐτοὺς κατασφίγγει λόγοις, τὸ χαῦνον καὶ ἀνειμένον εἰς ῥᾳθυμίας τὰς ἐπὶ τῷ σοφοῦσθαι θέλειν ὑποτεμνόμενος· τοιοῦτόν τι γὰρ μονονουχὶ λέγων ὁρᾶται Νήψεως, ὦ μαθηταὶ, καὶ φρενῶν ὁ καιρὸς καὶ συντόνου διανοίας εἰς τὸ διασώζεσθαι θέλειν. ὀλισθηροτάτη γὰρ λίαν ἡ τῆς ἀπωλείας ὁδὸς, οὐ τὸν ἀσθενῆ μόνον ὑποσύρουσα νοῦν, ἀλλὰ καὶ τὸν ἤδη δοκοῦντα βεβαίως