Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.578
Not analysed yet
ἑστάναι· δεινὸν δ' ὅτι χρῆμα καὶ πολύμορφον ἁμαρτία, πολυτρόποις ἡδοναῖς τὸν ἀνθρώπινον καταγοητεύουσα νοῦν, καὶ λειοτάταις ὥσπερ ἐπιθυμίαις εἰς ἃ μὴ προσῆκεν ἐξέλκουσα· ὑπόδειγμα δέ μοι τοῦ λόγου, φησὶν, ἔσται τὸ καθ' ὑμᾶς. ἐρῶ γὰρ τέως· οὐδένα ἐκείνων τῶν ἐξ ἐλαφρίας ὀπίσω πεσόντων, ὡς ἀγαθοὺς ὑμᾶς ἐπελεξάμην· ᾔδειν γὰρ ὡς Θεὸς τὰ ἐν ὑμῖν· ἀλλ' ἥρπασεν ἐν ἀδείᾳ φιλοκερδίας ὁ σατανᾶς, καὶ οὐ διέψευσται πάντως ψῆφος ἡ ἐμή. προαιρετικὸν γὰρ ἐν ἀνθρώποις καὶ αὐθαίρετον τὸ ἐπ' ἄμφω βαδίζειν, εἴτε εἰς δεξιὸν εἴτ' οὖν εἰς ἀριστερὸν, ἀρετὴν δὲ δηλονότι καὶ κακίαν φημί. ὁμοῦ τοιγαροῦν διὰ τοῦ καὶ μειζόνως ἐπισκήπτειν αὐτοῖς, καὶ εἰς νῆψιν ἐγείρει τὴν πρέπουσαν, καὶ ἐν τοῖς καθ' ἑαυτὸν, ἕκαστον ἀσφαλέστερον ἀπεργάζεται· τὸ μὲν γὰρ τίς ὁ παραδώσων αὐτὸν, οὔπω λέγει σαφῶς· ἑνὶ δὲ ἁπλῶς καὶ ἀδιορίστως τῆς ἀσεβείας ἐπιθεὶς τὸ φορτίον, εἰς ἀγῶνα καθίστη τοὺς πάντας, καὶ πρὸς νῆψιν ἀκριβεστέραν ἐκάλει, καταφρίττοντος ἑκάστου τῆς ἑαυτοῦ ψυχῆς τὴν ζημίαν. ὁμοῦ δέ τι τούτοις καὶ ἕτερον ἀπετέλει τῇ τῶν μαθητῶν εὐπιστίᾳ λυσιτελές. ἐπειδὴ γὰρ εἰδέναι καθωμολογήκασι, πεπιστευκέναι τε ἀραρότως, ὅτιπερ αὐτός ἐστιν "ὁ Υἱὸς τοῦ "Θεοῦ," φαίνεται προειδὼς τὰ ἐσόμενα, βεβαίαν ὥσπερ καὶ διὰ τούτου τὴν ἐφ' ἑαυτῷ δεικνὺς ὁμολογίαν. πρέπει γὰρ τῶν ὄντων οὐδενὶ τὸ γινώσκειν τὰ μέλλοντα, πλὴν ἑνὶ τῷ μόνῳ κατὰ φύσιν Θεῷ, περὶ οὗ καὶ γέγραπται "Ὁ εἰδὼς τὰ "πάντα πρὶν γενέσεως αὐτῶν." διάβολον δὲ, τὸν τῶν διαβολικῶν θελημάτων ἀπεκάλεσεν ὑπουργὸν, οὐ διεψευσμένως. ὥσπερ γὰρ "ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν," οὕτω δηλονότι καὶ τὸ ἐναντίον.