Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.581
Not analysed yet
"ἄρσεν ἄμωμον προσάξει αὐτὸ, καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ "τὴν κεφαλὴν αὐτοῦ, καὶ σφάξουσιν αὐτὸ ἐκ πλαγίων τοῦ "θυσιαστηρίου πρὸς βοῤῥᾶν ἔναντι Κυρίου." πῶς οὖν ἄρα καὶ διὰ τούτων ἡμῖν τὸ ἐπὶ Χριστοῦ μορφοῦται μυστήριον, ἀναγκαίως ἐρευνητέον. πρῶτον δὲ οἶμαι προσήκειν αὐτοῦ τε τοῦ ναοῦ τοῦ ἐν Ἱεροσολύμοις, καὶ τοῦ θείου θυσιαστηρίου τὴν θέσιν εἰπεῖν, ἵνα οὕτω νοῶμεν, ὅ τι ποτὲ ἄρα δηλοῖ, τὸ μὴ κατ' εὐθὺ τῶν εἰρημένων ὁρᾶν, τετράφθαι δὲ μᾶλλον πρὸς βοῤῥᾶν τὸ πρόβατον. κεῖται τοιγαροῦν ἐν μὲν τοῖς νοτιωτέροις τῆς γῆς μέρεσι τῶν Ἰουδαίων ἡ χώρα, βλέπει δὲ εἰς ἑῴαν ὁ νεὼς, καὶ ταῖς πρώταις τοῦ ἡλίου βολαῖς ἀνοίγει τὰς θύρας· ἀλλὰ καὶ αὐτὸ τὸ θεῖον θυσιαστήριον, κατευθὺ τῶν ἁγίων ἐρηρεισμένον, ὥσπερ ἐν ὄψει Θεοῦ, τοῖς ἐξ ἑῴας εἰσβάλλουσι τὸ πρῶτον ἐδίδου μέτωπον, τῶν δύο πλαγίων τοῦ μὲν ὁρῶντος εἰς νότον, τοῦ δὲ ἐπὶ βοῤῥᾶν· ὅτι δὲ ταῦθ' οὕτως ἔχει, καθάπερ εἰρήκαμεν, πληροφορηθήσῃ μαθὼν τὸ παρὰ τῷ προφήτῃ Ἰεζεκιὴλ κείμενον. ὅτε γὰρ δὴ τὰ περὶ τῆς τοῦ Φαλτίου τελευτῆς ἐδιδάσκετο, διὰ θεωρίας δὲ δηλονότι πνευματικῆς, οὕτω φησί "Καὶ εἶδον καὶ ἰδοὺ ὡς "εἰκοσικαιπέντε ἄνδρες, τὰ ὀπίσθια αὐτῶν πρὸς τὸν ναὸν "Κυρίου καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι· καὶ οὗτοι προς"εκύνουν κατὰ ἀνατολὰς τῷ ἡλίῳ." εἰ δὲ ἀνίσχοντι τῷ ἡλίῳ προσκυνῶν ὀπισθομερῆ τις τὸν ναὸν ἐτίθει τοῦ ἰδίου σώματος, πῶς οὐκ ἀνάγκη νοεῖν εἰς ἀνατολὰς τετράφθαι τὸ πρόσωπον αὐτοῦ; κατὰ τοῦτο δὲ ἦν τὸ σχῆμα καὶ τὸ θεῖον αὐτὸ θυσιαστήριον, καθάπερ εἰρήκαμεν. οὐκοῦν αὐτοῦ τε τοῦ ναοῦ καὶ τοῦ θείου θυσιαστηρίου μέτωπον μὲν ἦν τὸ προσβάσιμον εἰς ἀνατολάς· πλάγια δὲ δύο, τὸ μὲν εἰς νότον, θάτερον δὲ πρὸς βοῤῥᾶν, τοῦ ἑτέρου δηλονότι καὶ λείποντος, ὃ δὴ νοεῖταί πως καὶ ὀπισθοφανὲς τοῖς τῆς ἑσπέρας ἐνο-