Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.580
Not analysed yet
διωκόντων ἀνοσιότητα γενέσθαι Χριστὸν, μεταφοιτῆσαι δὲ παρὰ τοῖς Γαλιλαίοις, πῶς οὐκ ἔστι διαῤῥήδην ἐπιδοῦναι τὴν οἰκείαν ψυχὴν εἰς χεῖρας ἐχθρῶν αὐτῆς; ἐχθρὰ γὰρ τὰ ἔθνη Χριστοῦ, κατά γε τὸ δουλεύειν ἑτέρῳ, καὶ προσκυνεῖν τῇ κτίσει παρὰ τὸν κτίσαντα, διὰ τὸ μήπω τὴν εἰς αὐτὸν παραδέξασθαι πίστιν. καὶ τοῦτο σαφῶς διδάξει λέγων αὐτός "Ὁ μὴ ὢν μετ' ἐμοῦ κατ' ἐμοῦ ἐστιν." ἀλλ' οἶμαι δὴ πᾶς τις ἐρεῖ πρὸ τῆς ἀληθοῦς θεογνωσίας καὶ πίστεως οὐκ εἶναι τὰ ἔθνη μετὰ Χριστοῦ· ἦν οὖν ἄρα κατ' αὐτοῦ, καὶ ἐν τῇ τῶν ἐχθρῶν τάξει διὰ τοῦτο κείμενα· οὕτω δὲ ἔχοντος τούτου, καὶ σαφῶς διεγνωσμένου, τοσαύτη τις παρὰ τοῖς ἐξ Ἰσραὴλ μυσαρότης ἐπολιτεύετο, ὡς ἐν μοίρᾳ κεῖσθαι τῇ ἀμείνονι, τὸ παρ' ἐχθροῖς ὁρᾶσθαι φοιτῶντα, καὶ μεθ' ὧν ἥκιστα χρῆν ἥδιον ποιεῖσθαι τὰς διατριβὰς, ἢ ὅπερ ἦν μᾶλλον ἀκόλουθόν τε καὶ πρεπωδέστερον παρὰ τοῖς συγγενέσι κατὰ τὴν σάρκα· καὶ ὅσον εἰς τοῦτο καὶ ἀγαπᾶν ὀφείλουσιν. εὐλογώτατα τοίνυν ἐπὶ τὰ ἔθνη μεθίστη Χριστὸς, καὶ δι' αὐτοῦ τρόπον τινὰ τοῦ πράγματος ἤδη λέγων, ὡς, εἰ μὴ τοῦ διώκειν ἀπόσχοιντο, καὶ παραλύειν ταῖς ἀπονοίαις τὸν εὐεργέτην, ὁλοκλήρως ἑαυτὸν τοῖς ἔξωθεν χαριεῖται, καὶ ἐπὶ τὰ ἔθνη μεταστήσει Χριστός. ὥσπερ δὲ τοῦτό φαμεν ὑπεμφαίνειν αὐτὸν διὰ τοῦδε τοῦ πράγματος, οὕτω πάλιν εὑρήσομεν καὶ διὰ σχήματος ἀρχαιοτέρου τὴν ἐκ τῆς Ἱερουσαλὴμ ἀποδρομὴν ἀπειλήσαντα. Ὅτε τοίνυν τοὺς περὶ τῶν θυσιῶν διωρίζετο νόμους, καθὰ καὶ ἐν τῷ βιβλίῳ γέγραπται τῷ Λευιτικῷ, προδιατυπώσας, ὡς ἐν εἰκόνι Χριστοῦ, προσάγεσθαι μόσχον εἰς τὸ δῶρον καὶ ὁλοκαύτωμα τῷ Κυρίῳ· καὶ πάλιν ἑτέρως αὐτὸν σχηματίζει λέγων "Ἐὰν δὲ ἀπὸ τῶν προβάτων τὸ δῶρον αὐτοῦ τῷ "Κυρίῳ, ἀπό τε τῶν ἀρνῶν καὶ τῶν ἐρίφων εἰς ὁλοκαύτωμα,