Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.583
Not analysed yet
γέγονεν ἄνθρωπος, μικρὰς ἔτι τὰς διαλήψεις ἔχουσι περὶ αὐτοῦ, καὶ πολὺ μετριώτερα τῆς ἐνούσης αὐτῷ χάριτός τε καὶ ὑπεροχῆς φαντάζονται, πλέον μὲν τῶν ἄλλων ὁρῶντες οὐδὲν, ταῖς δὲ κοιναῖς ἐπ' αὐτῷ διαπαιζόμενοι δόξαις, οἰόμενοί τε κατὰ τὸ ἀληθὲς ἐκ πατρὸς γεγεννῆσθαι καὶ αὐτὸν τοῦ Ἰωσὴφ, καὶ τὴν κεκρυμμένην οὐχ ὁρῶντες τοῦ μυστηρίου κατασκευήν· πολλῶν γὰρ, ὡς εἰκὸς, λεληθότως θαυματουργουμένων παρὰ Χριστοῦ κατὰ τὴν Γαλιλαίαν, κενῆς ἐφίεσθαι δόξης αὐτὸν ἀναπείθουσι, καὶ ὡς μέγα τι χρῆμα τὸ ἐκ τῶν ὁρώντων ἀποδέχεσθαι θαῦμα συμβουλεύουσιν, ὡς τούτου γε ἕνεκα καὶ μόνου τὰς ἐφ' ἑκάστῳ τῶν τελουμένων δυνάμεις ἐνεργεῖν ἐθέλοντος αὐτοῦ, ἵνα δὴ μόνον παρὰ τοῖς ὁρῶσιν ἀξιάγαστος εἶναι δοκῇ, καὶ τοῖς ἐξ ἀνθρώπων ἐπαίνοις ἐναβρύνηται, κατά τινας τῶν φιλοδοξεῖν εἰωθότων. ὅρα γὰρ ὅπως ἀναβαίνειν αὐτῷ συμβουλεύουσιν εἰς τὴν Ἰουδαίαν, ἐν αὐτῇ δὲ μᾶλλον τερατουργεῖν, οὐχ ἵνα πιστεύωσιν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, ἀλλ' ἵνα θεωρήσωσι τὰ ἔργα ἃ ποιεῖ. εἰ γὰρ βούλει γινώσκεσθαι, φασί· τοῦτο γὰρ τὸ εἶναι ἐν φανερῷ· μὴ λεληθότως ἔσο μεγαλουργὸς μηδὲ, ἐν τῷ δύνασθαι πάντα δρᾶν ὑπάρχων ἐκπρεπὴς, φεῦγε τὴν παῤῥησίαν· ἔσῃ γὰρ οὕτω τῷ κόσμῳ γνώριμος καὶ ἐν τοῖς ὁρῶσι περιφανέστερος. λόγος μὲν οὖν ὁ παρ' ἐκείνων ἐν τούτοις. ἐπισημαίνεται δὲ χρησίμως ὁ σοφώτατος Εὐαγγελιστὴς, ὡς οὔπω πεπιστεύκεισαν εἰς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· καὶ γὰρ ἦν ὄντως τῶν ἀτοπωτάτων ἐπὶ τοῖς οὕτω ψυχροῖς καταγινώσκεσθαι λόγοις, τοὺς ἤδη διὰ τῆς πίστεως τὴν θεοπρεπῆ περὶ αὐτοῦ λαβόντας ἐπίγνωσιν. ἀλλὰ τότε μὲν οὔπω πεπιστευκότες λαλοῦσι σοφῶς· ἐπειδὴ δὲ πεπιστεύκασι τὸ μέγα περὶ αὐτοῦ συνέντες μυστήριον, εἰς τοῦτο θεοσεβείας τε καὶ ἀρετῆς ἀνατρέχουσιν, ὡς καὶ ἀποστόλους