Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.584
Not analysed yet
χρηματίσαι, καὶ διαπρεπῆ κτήσασθαι τὴν εὐλάβειαν. ἔχεις καὶ τοῦτο διὰ τῆς τῶν προφητῶν προᾳδόμενον φωνῆς. καὶ γοῦν ὁ μακάριός φησιν Ἱερεμίας, ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν "Ὅτι καὶ οἱ ἀδελφοί σου καὶ ὁ οἶκος "τοῦ πατρός σου, καὶ οὗτοι ἠθέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν, "ἐκ τῶν ὀπίσω σου ἐπισυνήχθησαν· μὴ πιστεύσῃς ἐν "αὐτοῖς, ὅτι λαλήσουσι πρὸς σὲ καλά." οἱ γὰρ πρὸ τῆς πίστεως ἀθετήσαντες ἀδελφοὶ, καὶ διὰ τῶν ἀρτίως ἡμῖν εἰρημένων, μονονουχὶ καὶ καταβοᾶν ἐπιχειροῦντες αὐτοῦ, συνήχθησαν διὰ πίστεως, λελαλήκασί τε καλὰ περὶ αὐτοῦ, καὶ προσωφελοῦντες ἑτέρους, καὶ τοῖς περὶ τῆς πίστεως ἐπαγωνιζόμενοι λόγοις. ἐπαγρύπνως δὲ λίαν ὁ προφήτης ἀδελφοὺς ὀνομάσας, ἐπιφέρει χρησίμως Ὁ οἶκος τοῦ πατρός σου, ἵνα μὴ καὶ αὐτοὶ γεγονότες νοοῖντό πως ἐκ τῆς ἁγίας παρθένου, μᾶλλον δὲ ὡς ἐκ μόνου πατρὸς τοῦ Ἰωσήφ. Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. Ἐπεσκιασμένος ἀεὶ τοῦ Σωτῆρος ὁ λόγος· οὕτω γὰρ γέγραπται περὶ αὐτοῦ, ὅτι "καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων "τοὺς λόγους αὐτοῦ." ὅτι δὲ καὶ τοῦτο χρησίμως ἐπετηδεύετο, τίς τῶν εὖ φρονούντων οὐκ ἐρεῖ; οὔπω τοιγαροῦν παῤῥησίας ἀκράτου καιρὸς, φησὶν, ἀλλ' οὐδὲ ἀναδείξεως τῆς εἰς ἅπαντας ἀπημφιεσμένως οὕτω τῆς Ἰουδαίων διανοίας πεπαινομένης εἰς σύνεσιν, ὡς δίχα θυμοῦ καὶ ὀργῆς τοὺς παρ' ἐμοῦ δύνασθαι χωρῆσαι λόγους· ἀλλ' οὐδὲ ὅλως γνωρίζεσθαί με τῷ κόσμῳ νῦν ἐφίησιν ὁ καιρὸς, οὔπω παντελῶς ἀποφοιτώντων τῆς χάριτος Ἰουδαίων, ἀλλ' οὐδὲ οὕτως ἐμπαροινησάντων εἰς ἐμὲ, ὡς ἤδη χρῆναι λοιπὸν μεθορμίσασθαι πρὸς ἑτέρους. οὔπω τοιγαροῦν διὰ ταῦτα